οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
"Καὶ ἐλάλησε Κύριος πρὸς Μω σῆν, λέγων· Ποίησον σεαυτῷ λουτῆρα χαλκοῦν, καὶ βάσιν αὐτῷ χαλκῆν, ὥστε νίπτεσθαι. Καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου· καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ, καὶ νίψεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς 77.917 χεῖρας καὶ τοὺς πόδας ὕδασι, ὄταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἵνα μὴ ἀποθάνωσι. Καὶ ἔσται αὐτοῖς νόμιμον αἰώνιον αὐτῷ τε καὶ ταῖς γενεαῖς αὐτοῦ μετ' αὐτόν." βʹ. Ἄθρει δὴ οὖν ὅπως τοὺς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσβαλεῖν ἐθέλοντας, προαπονίζεσθαι δεῖν ὁ θεῖος προστέταχε νόμος. Καὶ τοῖς τοῦτο δρᾷν οὐκ ἀνεχομένοις, τὴν εἰς αἷμα δίκην ἀπαρτῆσαι ὁρᾶται· οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀνίπτοις ἡμᾶς ἰέναι ποσὶ πρός γε τὸ δεῖν ἐγγὺς γενέσθαι Θεοῦ, ἢ πάντοτε καὶ πάντως ἑαυτοὺς ἀδικήσομεν, ποινὴν ὑπομένοντες τὴν ἐσχάτην. "Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; κατὰ τὸ γεγραμμένον. Ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ;" Ἄρ' οὖν ἡ κάθαρσις ἥπερ ἂν γένοιτο πρὸς ἡμῶν, σωματικὴ μᾶλλον ἢ πνευματικὴ νοοῖτ' ἂν εἰκότως; Εἶτα πῶς ἐνδοιάσαι θέμις, ὡς ἔστι πνευματικὴ, Θεοῦ λέγοντος ἐναργῶς, διὰ τῆς Ἱερεμίου φωνῆς· "Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, ἵνα σωθῇς, Ἱε ρουσαλήμ;" Καὶ πλεῖστοι μὲν λίαν οἱ τῆς φαυλότη τος τρόποι, γοητεῖαι, φιλοσαρκίαι, πλεονεξίαι, ψιθυ ρισμοὶ, ψευδορκίαι καὶ δόλοι. Παροτρύνει δὲ μάλιστα πρὸς ὀργὰς τῶν ἄλλων τὸν ἐπὶ πάντας Θεὸν τὸ ἐφ' ἂ μὴ θέμις εὐπαρακόμιστον καὶ διεστραμμένον ἐν νοιῶν ἀναπίμπλασθαι φιλεῖν, ἀποφέρεσθαι δὲ καὶ εἰς ἀδόκιμον νοῦν, καὶ πνεύμασι πλάνοις ἀκολου θεῖν ἑλέσθαι τινὰς, τὴν ἀκριβῆ τε καὶ ἀκαπήλευτον πίστιν οὐ προσιεμένους. Εἰσὶ γὰρ, εἰσὶν οἱ τῆς ἀλη θείας τὴν δύναμιν παρευθύνοντες ἐπὶ τὸ αὐτοῖς ἰδίᾳ δοκοῦν, καὶ δοκησισόφων ἐννοιῶν κατασωρεύοντες ὄχλον τῆς τῶν ἀγελαίων πληθύος. Οἷς ἀναγκαῖον εἰ πεῖν· "Ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον, φονεύετε πάντες;" Προσεποίσω δὲ οἷς ἔφην κἀκεῖνο· Τὸ Χριστιανῶν ὄνομα λαχόντες τινὲς, οὔπω μὲν εἰσὶν, ὅπερ εἶναι λέγονται δυνάμει καὶ ἀληθείᾳ, τοὺς δὲ τῆς ἀποστασίας ἀγαπῶσι τρόπους, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις προσνενεύκασιν· οἴονται δὲ τάχα που καὶ αὐτὸν οἷς δὴ καὶ ἐροῦμεν· "Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε. Ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐ κατανοεῖ;" Λάθοι γὰρ ἂν οὐδὲν τὸν καὶ ἡμῖν αὐτοῖς ἐμφυτεύσαντα τὸ καὶ ἐπαΐειν δύνασθαι, καὶ μὴν καὶ ὁρᾷν. Ὅτι γὰρ τὸ μὴ μονοτρόπως ἀνα κεῖσθαι Θεῷ, σκάζουσαν δὲ καὶ ἀδρανῆ τὴν διάνοιαν ἔχειν, καὶ τοῦτο μετὰ τὴν πίστιν, ὡς οἴεσθαί τε καὶ λέγειν, καὶ ἑτέρους εἶναι θεοὺς μετὰ τὸν ἕνα τὸν φύσει καὶ ἀληθῶς, ὀλέθρου καὶ ἀπωλείας πρόξενον, καὶ τῆς εἰς ἄκρον ὀργῆς τῆς παρά γε, φημὶ, τοῦ τὰ δίκαια κρίνοντος Θεοῦ, σαφὲς ἂν γένοιτο διὰ τῶν ἱερῶν Γραμμάτων. Νόμῳ μὲν γὰρ τῷ διὰ Μωσέως τὴν εἰς Θεὸν εὐσέβειαν ὁ Ἰσραὴλ ἐπαιδεύετο. Ἤκουε γὰρ ἐναργῶς, ὅτι "Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν." Καὶ, "Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παν τὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς." Οἱ δὲ, καίτοι δέον τοῦ παντὸς ἀξιῶσαι λόγου τὰ τε 77.920 θεσπισμένα, παρ' οὐδὲν ἐποιοῦντο τὸ εἶναι γνήσιοι. Ἀποσπουδάζοντες δὲ τὸ ὅτι μάλιστα πεφυκὸς ὠφε λεῖν, αὐτόκλητον ταῖς ἑαυτῶν κεφαλαῖς ἐπήντλησαν δίκην. Ἐτράποντο γὰρ ἀνοσίως ἐπί γε τὸ δεῖν τὴν ἀπόῤῥητον καὶ ὑπερφυᾶ τοῦ πάντων κρατοῦντος Θεοῦ περιορίσαι δόξαν. Εἴδωλά τε διατορνεύσαντες ἐναπέθεντο ταῖς ἑστίαις, ὡς καὶ αὐτὸν τάχα που λα θεῖν δυνάμενοι τὸν παντεπόπτην Θεόν. Ἀλλ' εἰς ἀφόρητον αὐτοῖς ἐκβέβηκε τὸ χρῆμα ζημίαν. Ἔφη δὲ οὕτως ὁ θεσπέσιος προφήτης Ἰεζεχιήλ· "Καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς, καὶ εἶδον, καὶ ἰδοὺ ὀπὴ μία ἐν τῷ τοίχῳ, καὶ εἶπε πρός με, Υἱὲ ἀνθρώπου, ὄρυξον δὴ ἐν τῷ τοίχῳ, καὶ ἰδοὺ θύρα μία. Καὶ εἶπε πρός με· Εἴσελθε καὶ ἴδε τὰς ἀνομίας τὰς πονηρὰς, ἃς οὗτοι ποιοῦσιν ὧσδε σήμερον. Καὶ εἰσῆλθον καὶ εἶδον, καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ, καὶ κτήνους μάταια βδελύγματα. Καὶ εἶδον πάντα τὰ