Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
εἴη γενητὸς ἢ πεποιημένος; ΑΛΛΟ. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν· Ἐγὼ εἶπα· Θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφὴ, ὂν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς τοῦ Θεοῦ εἰμι; Ὁρᾷς ὅπως ἑαυτὸν ἀντιδιαστέλλει σαφῶς τοῖς κατὰ θέσιν θεοῖς, ὡς αὐτὸς δηλονότι κατὰ φύσιν ὑπάρχων, ὅπερ ἐκείνοις ἐν χάριτος μέρει προστίθεται; Πῶς οὖν ἐνδέχεται τὸν οὐσιωδῶς ὄντα Θεὸν μὴ οὐχὶ καὶ πάντως τὸ εἶναι ποίημα διαφεύγειν, εἴπερ ἄνω τοῦ κτίζεσθαι θήσομεν τὴν θείαν τε καὶ ἀπερινόητον φύσιν; ΑΛΛΟ. Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρὸς, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις 75.557 πιστεύετε, ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ, κἀγὼ ἐν τῷ Πατρί. Ὅτι τὰ κατὰ φύσιν τῆς ἀλλήλων ὁμογενείας διεστηκότα, διάφορον ἔχει καὶ τὴν ἐνέργειαν, σαφέστατα δὲ δεικνύει δι' ὧν ἔφησεν ὁ Σωτήρ. Εἰ γὰρ εἰς τὴν τῆς σαρκὸς εὐτέλειαν ἀποβλέποντες, οὐ πιστεύετε, φησὶν, εἰς ἐμὲ, ἀλλά γε τῶν ἔργων ἡ μεγαλειότης ἀξιόχρεώς τε καὶ ἀξιολογωτάτη πρὸς τὸ δύνασθαι πείθειν ὑμᾶς ὅτιπέρ εἰμι Θεὸς ἐκ Θεοῦ προεληλυθώς. Ὁ γὰρ ἐν ἔργοις ἴσος ὢν τῷ Πατρὶ, πῶς ἂν εἴη δευτερεύων κατὰ τὴν φύσιν αὐτοῦ; Καὶ ὁ τὴν αὐτὴν ἐνέργειάν τε καὶ δύναμιν ἐκείνῳ περικείμενος, πῶς ἂν γένοιτο πρὸς αὐτὸν ἑτεροφυής; Μᾶλλον δὲ πῶς οὐχὶ κατὰ πάντα προσεοικὼς, καὶ οὕτω πρὸς ἐμφέρειαν οὐσιώδη καλῶς ἀπηκριβωμένος, ἔχων τε ὅλον τοῦ γεννήσαντος ἐν ἑαυτῷ τὸ ἰδίωμα φυσικῶς, ὡς εἶναι μὲν αὐτὸν ἐν Πατρὶ, ἔχειν τε ὁμοίως ἐν ἑαυτῷ τὸν Πατέρα; εἶτα τίς ὁ τολμῶν ποίημα λέγειν τοῦ Πατρὸς τὴν εἰκόνα, καὶ οὐχὶ πάντως εἰς αὐτὸν ἀσεβῶν τὸν Πατέρα; ΑΛΛΟ. Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Εἰ ποίημα καὶ κτίσμα, κατά τινας, ὑπάρχων ὁ Υἱὸς, ἀνάστασίς ἐστι καὶ ζωὴ, μὴ θαυμαζέσθω ταῦτα ὢν ὁ Πατήρ. Τί γὰρ τὸ πλέον ἐν αὐτῷ παρὰ τὰ ποιήματα; Εἰ δὲ τῶν ποιημάτων τοσοῦτον, ὅσον ἴσμεν, ἀπῴκισται κατὰ τὸν τῆς φύσεως λόγον καὶ διὰ τὸ εἶναι ζωὴ, πῶς ἂν εἴη ποίημα ὁ Υἱὸς, ζωὴ καὶ αὐτὸς κατὰ φύσιν ὑπάρχων, ὥσπερ οὖν ἀμέλει καὶ ὁ γεννήσας αὐτόν; Ζωὴ δὲ ὅλως τῶν ποιημάτων οὐδέν ἐστι, ζωῆς δὲ μᾶλλον τῆς ἀπὸ τοῦ ζῶντος Θεοῦ μέτοχα. Ἐπεὶ καὶ ἐν Θεῷ κινούμεθα καὶ ἐσμὲν, ὡς ὁ Παῦλός φησιν. ΑΛΛΟ Ὁ πιστεύων εἰς ἐμὲ, οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ' εἰς τὸν πέμψαντά με. Εἰ τοσαύτην ἔχει τὴν ὁμοίωσιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα, ὡς ἀνακεκράσθαι τρόπον τινὰ κατ' οὐσίαν αὐτῷ καὶ τὴν ἐκείνου φύσιν καθάπερ ἐν εἰκόνι δεικνύειν, πῶς οὐ λίαν ἐστὶ δυσσεβὴς ὁ ποίημα λέγειν αὐτὸν ἀποτολμῶν, εἰ μὴ καὶ αὐτῷ τὸ πεποιῆσθαι δίδωσι τῷ Πατρί; Εἶναι γὰρ ἀνάγκη τοιοῦτον τὸν Υἱὸν ὁποῖός περ ἂν ὑπάρχοι κατὰ φύσιν ὁ Πατήρ. Ἐπειδὴ δὲ οὐ ποίημα ὁ Πατὴρ, οὐκ ἄρα ἔσται ποίημα ὁ Υἱὸς, ἄκτιστος δὲ μᾶλλον, ὥσπερ ὁ γεννήσας αὐτόν. Οὕτως γὰρ ἕξει καὶ τὸ εἶναι κατὰ ἀλήθειαν ὁ Υἱὸς, καὶ ἐν αὐτῷ τὸν Πατέρα θεωρήσομεν. ΑΛΛΟ. Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν. Εἰ πάντα ὅσα ἔχει ὁ Πατὴρ, ταῦτά ἐστι καὶ τοῦ Υἱοῦ (πρόδηλον δὲ ὅτι τοῖς φυσικοῖς ἀξιώμασι τοῦ γεννήσαντος ἐναμβρύνεται), πρόσεστι δὲ τῷ Πατρὶ μετὰ τῶν ἄλλων θεοπρεπῶν ἀγαθῶν καὶ τὸ εἶναι ἀγενήτως, ἕξει τοῦτο καὶ ὁ Υἱός. Ἔστι γὰρ οὐ πεποιημένος, ἀλλ' ἦν ἐν ἀρχῇ μετὰ Πατρὸς καὶ ἐν Πατρὶ, Θεός τε ὢν Λόγος, ἄῤῥητον δὲ καὶ ἄφραστον ἔχων τὸν τῆς γεννήσεως τρόπον. 75.560 ΑΛΛΟ. Ἐξῆλθον ἐκ τοῦ Πατρὸς, καὶ ἐλήλυθα εἰς τὸν κόσμον, καὶ πάλιν ἀφίημι τὸν κόσμον, καὶ πορεύομαι πρὸς τὸν Πατέρα. Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ἴδε νῦν παῤῥησίᾳ λαλεῖς καὶ παροιμίαν οὐδεμίαν λέγεις. Νῦν οἴδαμεν ὅτι οἶδας πάντα, καὶ οὐ χρείαν ἔχεις, ἵνα τίς σε ἐρωτᾷ. Ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες. Ἀξιολογωτάτη λίαν ἡ τῶν ἁγίων ἀποστόλων σφραγίς τε καὶ μαρτυρία διατεθεῖσθαι φασκόντων πεπιστευκέναι τε ἤδη καὶ μάλα γοργῶς, ὅτι περ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἐξέλαμψεν ὁ Υἱός. Τοῦτο γὰρ οἶμαι σημαίνειν, καὶ οὐχ ἕτερόν τι, τὸ ἐξελθεῖν ἐκ Πατρός. Ζητητέον δὲ ὅμως πόθεν αὐτοῖς τὸ πιστεῦσαι συμβέβηκε, καὶ ἐπὶ τίσιν ἢ ποίαις ἀφορμαῖς ἡ τῆς συνέσεως δέδοται ψῆφος. Νῦν, φασὶν, οἴδαμεν ὅτι