1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

179

Νομιζέτωσαν οἱ χρηστοὶ ἐμπόδιον αὐτοῖς εἶναι πρὸς τὴν τῆς δυναστείας ἀνάληψιν τὴν πρὸς ἡμᾶς κοινωνίαν. Καὶ ἐπειδὴ ὑπογραφῇ τινι πίστεως προελήφθησαν ἣν ἡμεῖς αὐτοῖς προετείναμεν, οὐκ αὐτοὶ ἀπιστοῦντες αὐτῶν τῷ φρο νήματι, ὁμολογῶ γάρ, ἀλλὰ τὰς ἐπ' αὐτοῖς ὑπονοίας ἃς πολλοὶ τῶν ὁμοψύχων ἡμῶν ἀδελφῶν εἶχον θεραπεῦσαι βουλόμενοι, ἵνα μηδὲν ἐκ τῆς ὁμολογίας ἐκείνης δόξῃ αὐτοῖς ἐμπόδιον ἀπαντᾶν πρὸς τὸ ὑπὸ τῶν νῦν κρατούντων παραδεχθῆναι, ἀπείπαντο τὴν πρὸς ἡμᾶς κοινωνίαν, καὶ ἡ ὑπόθεσις τῆς ἀπορρήξεως, τὸ γράμμα τοῦτο, ἐπενοήθη. Σημεῖον δὲ τῶν λεγομένων ἐναργέστατον, ὅτι, ἀποστήσαντες ἡμᾶς καὶ συν θέντες τὰς μέμψεις ἃς ἠβούλοντο καθ' ἡμῶν, πρὶν ἡμῖν ἀποστεῖλαι τὰ γράμματα περιέπεμπον πανταχοῦ. Ἑπτὰ γὰρ πρότερον ἡμέραις τοῦ εἰς τὰς ἐμὰς ἀφικέσθαι χεῖρας ἐφάνη ἡ ἐπιστολή, οἳ ἐξ ἑτέρων διαδεξάμενοι ἑτέροις ἔμελλον παραπέμπειν. Οὕτω γὰρ ἐπενόησαν ἕνα ἑνὶ παρα διδόναι, ἵνα ταχεῖα αὐτῆς κατὰ πᾶσαν τὴν χώραν γένηται ἡ διάδοσις. Καὶ ταῦτ' ἐλέγετο μὲν ἔτι τότε παρὰ τῶν σαφέστατα ἡμῖν τὰ ἐκείνων ἐξαγγελλόντων. Ἐκρίναμεν δὲ σιωπᾶν, ἕως ἂν ὁ ἀποκαλύπτων τὰ βαθέα σαφεστάτοις καὶ ἀναντιρρήτοις ἐλέγχοις δημοσιεύσῃ τὰ κατ' αὐτούς.

224.τ ΓΕΝΕΘΛΙΩ ΠΡΕΣΒΥΤΕΡΩ

224.1 Ἐδεξάμην γράμματα τῆς εὐλαβείας σου καὶ ἐπῄνεσα τὴν προσηγορίαν

ἣν εὐστόχως ὠνόμασας τὸ βιβλίον τὸ ὑπ' αὐτῶν συγγεγραμμένον, προσαγορεύσας βιβλίον ἀποστασίου. Ὅπερ οἱ συγγράψαντες, τίνα ηὐτρέπισαν τὴν ἀπολογίαν ὑπὲρ αὐτοῦ ἐπὶ τοῦ ἀπαραλογίστου βήματος τοῦ Χριστοῦ ἐννοεῖν οὐκ ἔχω. Προθέντες γὰρ ἡμετέραν κατηγορίαν καὶ σφοδρῶς ἡμῶν καταδραμόντες καὶ διηγησάμενοι ἃ ἐβού λοντο, οὐχ ἃ ἡ ἀλήθεια ἔχει, σχηματισάμενοι ἑαυτῶν πολλὴν ταπείνωσιν καὶ ἡμῖν περιθέντες ὑπερηφανίας ὄγκον, ὡς μὴ δεξαμένοις τοὺς παρ' αὐτῶν ἀποσταλέντας, πάντα ψευδῆ ἢ τάγε πλεῖστα, ἵνα μὴ ἐπικινδύνως φθέγξω μαι, ὡς ἀνθρώπους πείθοντες καὶ οὐχὶ Θεόν, καὶ ζητοῦντες ἀνθρώποις ἀρέσαι καὶ οὐχὶ Θεῷ παρ' ᾧ οὐδέν ἐστιν ἀλη θείας προτιμότερον, οὕτω συνέγραψαν. Εἶτα ἐκεῖνοι τοῖς καθ' ἡμῶν γράμμασιν ὑπέταξαν ῥήματα αἱρετικὰ τὸν συγγραφέα τῆς ἀσεβείας ἀποκρυψάμενοι, ἵν' οἱ πολλοὶ καὶ ἁπλούστεροι ἐκ τῆς προγεγραμμένης ἡμῶν κατηγορίας ἡμέτερα εἶναι νομίσωσι τὰ συνημμένα, διὰ τὸ παρὰ τῶν τεχνικῶς ἡμᾶς διαβαλλόντων σιωπηθῆναι μὲν τὸ ὄνομα τοῦ πατρὸς τῶν πονηρῶν δογμάτων, καταλειφθῆναι δὲ τῇ ὑπονοίᾳ τῶν ἀκεραιοτέρων τὸ ἡμᾶς εἶναι τοὺς ταῦτα ἢ ἐνθυμηθέντας ἢ γράψαντας. Ταῦτα οὖν γινώσκοντας ὑμᾶς παρακαλοῦμεν αὐτούς τε μὴ ταράσσεσθαι καὶ τῶν σαλευο μένων τοὺς θορύβους κατασιγάζειν, εἰ καὶ ὅτι οἴδαμεν δυσπαράδεκτον ἡμῶν οὖσαν τὴν ἀπολογίαν, διὰ τὸ ὑπὸ προσώπων ἀξιοπίστων προκατασχεθῆναι ἡμῶν τὰς πονηρὰς βλασφημίας. 224.2 Περὶ μὲν οὖν τοῦ ὅτι οὐκ ἔστιν ἡμέτερα τὰ ὡς ἡμέτερα περιφερόμενα νομίζω, εἰ καὶ πάνυ ὁ καθ' ἡμῶν θυμὸς ἐπι σκοτεῖ τοῖς λογισμοῖς αὐτῶν πρὸς τὸ συνορᾶν τὸ συμφέρον, ὅμως, ἐὰν ἐρωτηθῶσι παρ' ὑμῶν αὐτῶν, μὴ ἂν αὐτοὺς εἰς τοσοῦτον ἐλθεῖν σκληρότητος ὥστε τολμῆσαι φθέγξασθαι τῷ ἰδίῳ στόματι τὸ ψεῦδος καὶ εἰπεῖν ὅτι ἐμά ἐστι τὰ συντάγ ματα. Εἰ δ' οὐκ ἐμά, διὰ τί κρίνομαι ὑπὲρ τῶν ἀλλοτρίων; Ἀλλ' ἐροῦσιν ὅτι κοινωνὸς Ἀπολιναρίου ἐγὼ καὶ τῶν τοιούτων δογμάτων τὴν διαστροφὴν ἔχων ἐν ἐμαυτῷ. Ἀπαιτη θήτωσαν τὰς ἀποδείξεις. Εἰ μὲν καρδίαν ἀνθρώπου διερευ νᾶν ἴσασι, τοῦτο ὁμολογείτωσαν, καὶ γνωρίσατε αὐτῶν τὴν περὶ πάντα ἀλήθειαν. Εἰ δὲ ἐκ τῶν φαινομένων καὶ πᾶσι προδήλων ἐλέγχουσί μου τὴν κοινωνίαν, δειξάτωσαν ἢ κανο νικὰ γράμματα παρ' ἐμοῦ πρὸς αὐτὸν διαπεμπόμενα, ἢ παρ' ἐκείνου πρὸς ἐμέ· ἢ τῶν κληρικῶν τὰς πρὸς ἡμᾶς ἐπιμιξίας, εἴ τινα αὐτῶν εἰς κοινωνίας εὐχὴν ἐδεξάμεθά ποτε. Εἰ δὲ ἐπιστολὴν