180
προφέρουσι τὴν λοιπὸν πρὸ εἴκοσι πέντε ἐτῶν γραφεῖσαν αὐτῷ, παρὰ λαϊκοῦ πρὸς λαϊκὸν (καὶ οὐδὲ ταύτην ὡς γέγραπται παρ' ἐμοῦ, ἀλλὰ μεταποιηθεῖσαν, ὑπὸ τίνων δὲ ὁ Θεὸς οἶδε), γνωρίσατε αὐτόθεν τὴν ἀδικίαν, ὅτι οὐδεὶς ἐν ἐπισκοπῇ ὢν ἐγκαλεῖται, εἴ τι κατὰ ἀδιαφορίαν ἐν τῷ λαϊκῷ βίῳ ἀπαρατηρήτως ἔγραψε· καὶ τοῦτο μηδὲν περὶ πίστεως, ἀλλὰ ψιλὸν γράμμα φιλικὴν ἔχον προσηγορίαν. Τάχα δὲ κἀκεῖνοι φαίνονται καὶ Ἕλλησι καὶ Ἰουδαίοιςγράψαντες καὶ μὴ ἔχοντες ἐγκλήματα. Μέχρι γὰρ σήμερον οὐδεὶς ἐκρίθη ἐπὶ τοιούτῳ πράγματι ἐφ' ᾧ ἡμεῖς καταδικα ζόμεθα παρὰ τῶν διυλιζόντων τοὺς κώνωπας. Ὅτι μὲν οὔτε ἐγράψαμεν ἐκεῖνα οὔτε συντιθέμεθα αὐτοῖς, ἀλλὰ καὶ ἀναθεματίζομεν τοὺς ἔχοντας ἐκεῖνο τὸ πονηρὸν φρόνημα τὸ τῆς συγχύσεως τῶν ὑποστάσεων, ἐν ᾧ ἡ ἀσεβεστάτη αἵρεσις τοῦ Σαβελλίου ἀνενεώθη, τοῦτο μὲν οὖν γνώριμον τῷ Θεῷ τῷ τὰς καρδίας γινώσκοντι, γνώριμον δὲ καὶ πάσῃ τῇ ἀδελφότητι τῇ εἰς πεῖραν ἐλθούσῃ τῆς ἡμετέρας ταπει νώσεως. Καὶ αὐτοὶ δὲ ἐκεῖνοι, οἱ νῦν σφοδροὶ κατήγοροι ἡμῶν, ἐρευνησάτωσαν τὸ ἴδιον συνειδὸς καὶ γνώσονται ὅτι ἐκ παιδὸς μακρὰν ἐγενόμεθα τῶν τοιούτων δογμάτων. 224.3 Τί δέ ἐστι τὸ ἡμέτερον φρόνημα, εἴ τις ἐπιζητεῖ, γνώσεται ἀπ' αὐτοῦ τοῦ γραμματίου ἐν ᾧ ἡ ὑπογραφὴ αὐτῶν ἐστιν ἰδιόχειρος, ἣν ἐκεῖνοι βουλόμενοι ἀθετῆσαι τὴν ἑαυτῶν μεταβολὴν κρύπτουσιν ἐν τῇ ἡμετέρᾳ συκοφαν τίᾳ. Οὐ γὰρ ὁμολογοῦσιν ὅτι μετεμελήθησαν τῷ παρ' ἡμῶν ἐπιδοθέντι αὐτοῖς βιβλίῳ ὑπογράφοντες, ἀλλ' ἡμῖν ἐπιφέ ρουσιν ἐγκλήματα ἀσεβείας νομίζοντες ἀγνοεῖσθαι ὅτι πρό σχημα μὲν αὐτοῖς ἐστιν ἡ ἀφ' ἡμῶν ἀναχώρησις· τῇ δὲ ἀληθείᾳ τῆς πίστεως ἀνακεχωρήκασιν ἣν πολλάκις ἐπὶ πολλῶν ἐγγράφως ὁμολογήσαντες τὸ τελευταῖον καὶ παρ' ἡμῶν ἐπιδοθεῖσαν ἐδέξαντο, καὶ ὑπέγραψαν ἃ πᾶσιν ἔξεσ τιν ἀναγινώσκειν, καὶ παρ' αὐτῶν τῶν γραμμάτων διδάσ κεσθαι τὴν ἀλήθειαν. Γνωρίμη δὲ αὐτῶν ἔσται ἡ προαίρεσις, ἐάν τις μετὰ τὴν ὑπογραφὴν ἣν ἡμῖν ἐπέδωκαν ἀναγνῷ τὴν πίστιν ἣν Γελασίῳ ἔδωκαν, καὶ γνῷ πόσον τὸ διάφορον ἐκείνης τῆς ὁμολογίας πρὸς ταύτην. Οἱ τοίνυν οὕτως εὐκόλως πρὸς τὰ ἐναντία μετατρεπόμενοι μὴ τὰ ἀλλότρια κάρφη διερευνάτωσαν, ἀλλὰ τὴν δοκὸν τὴν ἐν τῷ οἰκείῳ ὀφθαλμῷ ἐκβαλλέτωσαν. Ἐντελέστερον δὲ δι' ἄλλης ἐπιστο λῆς περὶ πάντων καὶ ἀπολογούμεθα καὶ διδάσκομεν, ἥτις πληροφορήσει τοὺς πλέον ἐπιζητοῦντας. Ὑμεῖς δὲ ἐν τῷ παρόντι ταῦτα ἡμῶν δεξάμενοι τὰ γράμματα πᾶσαν ἀφέλετε λύπην καὶ κυρώσατε εἰς ἡμᾶς ἀγάπην, δι' ὃ σφοδρῶς ἀντέ χομαι τῆς πρὸς ὑμᾶς ἑνώσεως. Καὶ μεγίστη ἡμῖν ἐστι λύπη καὶ ἀπαραμύθητος ὀδύνη τῇ καρδίᾳ ἡμῶν, ἐὰν τοσοῦ τον κατισχύσωσιν ὑμῶν αἱ καθ' ἡμῶν διαβολαὶ ὥστε ψύξαι τὴν ἀγάπην καὶ ἀπαλλοτριῶσαι ἡμᾶς ἀπ' ἀλλήλων.
225.τ ∆ΗΜΟΣΘΕΝΕΙ ΩΣ ΑΠΟ ΚΟΙΝΟΥ
225.1 Πολλὴν χάριν ἔχομεν ἀεὶ τῷ Θεῷ καὶ βασιλεῦσι τοῖς ἐπιμελομένοις
ἡμῶν, ὅταν ποτὲ ἴδωμεν τῆς πατρίδος ἡμῶν τὴν ἀρχὴν ἀνδρὶ πιστευθεῖσαν πρῶτον μὲν χριστιανῷ, ἔπειτα ὀρθῷ τὸν τρόπον καὶ ἀκριβεῖ τῶν νόμων φύλακι καθ' οὓς πολιτευόμεθα τὰ ἀνθρώπινα. ∆ιαφερόντως δὲ ἐπὶ τῆς σῆς ἐπιδημίας ταύτην τὴν χάριν ὡμολογήσαμεν τῷ Θεῷ καὶ τῷ θεοφιλεῖ Βασιλεῖ. Αἰσθόμενοι δὲ ὅτι τινὲς τῶν ἐχθρῶν τῆς εἰρήνης ἔμελλον τὰ σεμνά σου δικαστήρια καθ' ἡμῶν διοχλεῖν, ἐξεδεχόμεθα κληθήσεσθαι παρὰ τῆς μεγαλονοίας σου, ὥστε διδαχθῆναι παρ' ἡμῶν τὴν ἀλήθειαν εἴπερ ἄρα κατεδέχετό σου ἡ μεγάλη φρόνησις τῶν ἐκκλησιαστικῶν πραγμάτων οἰκειοῦσθαι τὰς ἐξετάσεις. Ἐπειδὴ δὲ ἡμᾶς μὲν παρεῖδε τὸ δικαστήριον, τὸν δὲ ἀδελφὸν ἡμῶν καὶ συλ λειτουργὸν Γρηγόριον κινηθεῖσά σου ἡ ἐξουσία ἐπὶ ταῖς Φιλοχάρους λοιδορίαις ἀναρπαγῆναι προσέταξεν, ὁ δὲ ὑπήκουσε μὲν τῷ