Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ΛΟΓΟΣ ΛΓʹ
Ὅτι Θεὸς κατὰ φύσιν τὸ Πνεῦμα, καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρός· δι' Υἱοῦ δὲ τῇ
κτίσει χο ρηγούμενον. Πρότασις ὡς ἐκ τῶν δι' ἐναντίας.Εἰ διὰ τὸ λέγεσθαι, φασὶ, παρὰ ταῖς θείαις Γραφαῖς ἐκ Θεοῦ τὸ Πνεῦμα, τῆς οὐσίας αὐτὸ δώσομεν τοῦ Πατρὸς, καὶ ὁμοούσιον ὁμολογήσομεν τῇ τὰ πάντα ὑπερκειμένῃ φύσει, ἔστω καὶ πάντα τὰ ἄλλα κατὰ τόνδε τὸν τρόπον· ἐπειδήπερ τὰ πάντα ἐκ Θεοῦ τῆς ἀληθείας ὁ κήρυξ ὁμολογεῖ. Τί δὴ λοιπὸν τὸ ἐντεῦθεν; Πλῆθος ἄπειρον ἡμῖν εἰσῆκται θεῶν, εἴπερ τὸ ἐξ οὗ τοῖς πᾶσι προσκείμενον, πάντα δείκνυσιν ὁμοούσια τῷ Πατρί. Πρὸς τοῦτο λύσις. Τοῖς μὲν συνιέναι τὰς θείας ἐπιθυμοῦσι Γραφὰς, χρεία τις εἰς τὸ πιστεύειν ἑτοιμότητος. Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε, φησί που λόγος προφητικός. Ἐπειδὴ δὲ ἀμαθῶς καὶ ταῦτα προτείνουσιν οἱ δι' ἐναντίας, ἀνάγκη δὴ λοιπὸν ἐπ' ἐκεῖνα χωρεῖν, δι' ὧν τὸ ἐξ ὧν δυσφημοῦσιν ἀμαθῶς ἀποκρουσθήσεται βλάβος. Οὐχ οὕτως, ὦ βέλτιστοι, τὰ πάντα φαμὲν ἐκ Θεοῦ, καθάπερ καὶ τὸ Πνεῦμα. Τὸ μὲν γάρ ἐστι φυσικῶς ἐνυπάρχον αὐτῷ, καὶ οὐσιωδῶς ἐμπεπηγὸς, ἵν' οὕτως εἴπωμεν, καὶ ἀμερίστως ἐξ αὐτοῦ προϊόν. Τὰ δὲ τῆς ἐνεργείας ἔργα καὶ ποιήματα, δι' Υἱοῦ ἐν Πνεύματι γεγονότα καὶ οὕτως ἐκ Θεοῦ νοούμενα. Εἰ δὲ τούτοις ἡμῶν οὐ πείθεσθε τοῖς λόγοις, ἐν ἴσῃ δὲ τάξει τοῖς πεποιημένοις καὶ τὸ Πνεῦμα θήσετε, διὰ τὸ ἐκ Θεοῦ καὶ αὐτὸ λέγεσθαι, καθάπερ ἐκεῖνοι, τί τὸ κωλύον καὶ ἡμᾶς ἀνθυπενεγκόντας εἰπεῖν· Εἰ ἐκ Θεοῦ τὰ πάντα ἐστὶν, ὥσπερ καὶ τὸ Πνεῦμα, καὶ τὸ ἐξαίρετον οὐδὲν ἐν αὐτῷ παρὰ τὰ ποιήματα, διατί μὴ καὶ ἕκαστον τῶν γεγονότων, ἐπειδήπερ ἐκ Θεοῦ εἶναι λέγεται, οἶδε τὰ τοῦ Θεοῦ, καὶ ἐρευνᾷ τὰ βάθη τοῦ Θεοῦ; ∆ιατί μὴ διὰ πάντων ἀποκαλύπτει Θεὸς, ἀλλὰ διὰ μόνου τοῦ Πνεύματος; Ὅτε τοίνυν τὰ μὲν ἄλλα ποιήματα, διὰ τοῦ Πνεύματος τὴν ἀποκάλυψιν ἔχει· αὐτὸ δὲ τὸ Πνεῦμα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ, ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ φυσικῶς ὑπάρχον, ὥσπερ καὶ ἐν τῷ ἀνθρώπῳ τὸ ἀν 75.568 θρώπινον, πρόδηλον δήποθεν ὡς Θεὸς μὲν, τὸ Πνεῦμα τὸ ἐξ οὗ κυρίως ἔχον καὶ φυσικῶς ἐν Θεῷ. Τὰ δ' ἄλλα ποιήματα καταχρηστικώτερον, ὡς ἐκ ποιητοῦ καὶ δημιουργοῦ πεφηνότα, τὸ ἐξ οὗ λεγόμενα. Μαρτυρίαι τοῦ ῥητοῦ. Ὁ Παῦλος· Ἡμεῖς δὲ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐλάβομεν, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. Καὶ πάλιν· Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐν αὐτῷ. ΑΛΛΟ. Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ. Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. ΑΛΛΟ. Εἰ τὸ πνεῦμα τὸ ἀνθρώπινον οὐκ ἐξ ἀποκαλύψεως ἑτέρου τινὸς οἷδε τὰ ἐν αὐτῷ, ἀλλ' ὡς φυσικῶς καὶ κυρίως ὑπάρχον αὐτοῦ, τὰ τῆς καρδίας βάθη γινώσκει καὶ ἐρευνᾷ, οὕτω δὲ [φ. δὴ] ἐν Θεῷ καὶ Πατρὶ τὸ Πνεῦμα τὸ ἅγιον. Τῆς φύσεως ἄρα τῆς θείας ἔσται, καθάπερ καὶ τοῦ ἀνθρώπου τὸ ἀνθρώπινον. ΑΛΛΟ. Ἐπιστέλλει δὲ τισὶν ὁ Παῦλος· Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι' ἁμαρτίαν, τὸ δὲ Πνεῦμα ζωὴ διὰ δικαιοσύνην. ∆έχου μοι πάλιν ἐντεῦθεν ὀρθὰς περὶ τοῦ ἁγίου Πνεύματος τὰς ἐννοίας, ἵνα δὴ καὶ ἐκμάθῃς ἀπὸ τῆς τοῦ Σωτῆρος ὑπάρχον οὐσίας, καὶ τῆς μιᾶς θεότητος οὐκ ἀλλότριον. Πνεῦμα γὰρ ἀποκαλέσας αὐτοῦ Θεοῦ, εὐθὺς αὐτὸ καὶ Πνεῦμα λέγει Χριστοῦ. ∆εικνύων μὲν ὅτι πάντα τὰ τοῦ Πατρὸς ἴδια, διαβαίνει ἐπὶ τὸν ἐξ αὐτοῦ φυσικῶς γεννηθέντα Υἱόν. Χριστὸν δὲ πάλιν εὐθὺς τὸ Πνεῦμα καλεῖ, λέγων· Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, οὐκ ἀλλότριον αὐτὸ δεικνύων τῆς τοῦ Λόγου φύσεως. Ἀλλ' οὕτως ἡνωμένον, εἰ καὶ ἔστιν ἰδιοσύστατον, ὡς αὐτό τε ὑπάρχειν ἐν Υἱῷ, καὶ Υἱὸν ἐν αὐτῷ διὰ τὴν τῆς οὐσίας ταυτότητα. ΑΛΛΟ. Ἐκ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον εἶναί φαμεν, καὶ οὕτω