181
προστάγματι (πῶς γὰρ οὐκ ἔμελλεν;), ὑπὸ δὲ πλευριτικοῦ πάθους κατασχεθεὶς καὶ ἅμα ἐκ τῆς προσγενομένης αὐτῷ ψύξεως, τῆς τῶν νεφρῶν ἀρρωστίας συνήθως ἐπαναστάσης, ἠναγκάσθη ἀπαραιτήτως ὑπὸ τῶν στρατιωτῶν κατεχόμενος, ἐπιμελείας ἕνεκεν τοῦ σώματος καὶ παραμυθίας τῶν ἀφορήτων ὀδυνῶν, πρός τι χωρίον ἡσυ χίαν ἔχον μετατεθῆναι· τούτου χάριν πάντες ἤλθομεν ἐπὶ τὸ ἱκετεῦσαι τὸ μέγεθός σου μηδὲν ἀγανακτῆσαι τῇ ἀνα βολῇ τῆς ἀπαντήσεως. Καὶ γὰρ οὔτε τι τῶν δημοσίων χεῖρον ἔσχεν ἐκ τῆς ἡμετέρας ὑπερθέσεως, οὔτε τι τῶν ἐκκλησιαστικῶν τούτου ἕνεκεν παρεβλάβη. Ἀλλ' εἰ μὲν περὶ χρημάτων ἐστὶν ὁ λόγος ὡς διαφορηθέντων, αὐτοῦ εἰσιν οἱ ταμίαι τῶν ἱερῶν χρημάτων ἕτοιμοι δοῦναι τὸν λόγον τῷ βουλομένῳ καὶ δεῖξαι τὴν συκοφαντίαν τῶν κατα τολμησάντων τῆς ἀκριβοῦς ἀκοῆς σου· ῥᾴδιον γὰρ αὐτοῖς ἀπ' αὐτῶν τῶν γραμμάτων τοῦ μακαρίου ἐπισκόπου φανε ρὰν τὴν ἀλήθειαν τοῖς ἐπιζητοῦσι ποιῆσαι. Εἰ δέ τι ἕτερόν ἐστι κανονικὸν ἐξετάσεως δεόμενον, καὶ τούτου καταδέχε ται ὑποδέξασθαι τὴν ἀκρόασιν καὶ τὴν κρίσιν ἡ μεγαλόνοιά σου, πάντων ἡμῶν χρεία, ὅτι, εἴπερ τι ἐλλέλειπται τῶν κανονικῶν, οἱ χειροτονήσαντες αἴτιοι, οὐχ ὁ κατὰ πᾶσαν ἀνάγκην ὑποδέξασθαι τὴν λειτουργίαν ἐκβιασθείς. Ὥστε ἱκετεύομέν σε φυλάξαι ἡμῖν τὴν ἀκρόασιν ἐπὶ τῆς πατρίδος καὶ μὴ ἕλκειν εἰς τὴν ὑπερορίαν, μηδὲ εἰς ἀνάγκην ἄγειν συντυχίας ἐπισκόπων πρὸς οὓς οὔπω τὰ περὶ τῶν ἐκκλη σιαστικῶν ζητημάτων ἀπελυσάμεθα. Ὁμοῦ δὲ καὶ φείσασ θαι τοῦ γήρως ἡμῶν καὶ τῆς ἀσθενείας δεόμεθα. Γνώσῃ γὰρ αὐτῇ τῇ πείρᾳ, τοῦ Θεοῦ βουλομένου, ὡς οὔτε μικρὸν οὔτε μεῖζον παρεῖταί τι τῶν κανονικῶν ἐν τῇ καταστάσει τοῦ ἐπισκόπου. Εὐχόμεθα οὖν ἐπὶ τῆς σῆς ἀρχῆς καὶ τὴν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν ὁμόνοιαν καὶ εἰρήνην καταπραχ θῆναι· ἧς μήπω γενομένης, βαρὺ ἡμῖν ἐστι τὸ τῆς συντυ χίας, διὰ τὸ πολλοὺς τῶν ἁπλουστέρων βλάπτεσθαι ἐν τῇ διαστάσει ἡμῶν τῇ πρὸς ἀλλήλους.
226.τ ΤΟΙΣ ΥΦ' ΕΑΥΤΟΝ ΑΣΚΗΤΑΙΣ
226.1 ∆υνατὸς μὲν ὁ ἅγιος Θεὸς καὶ τὴν διὰ τῆς συντυχίας εὐφροσύνην ἡμῖν
χαρίσασθαι τοῖς ἐπιθυμοῦσι καὶ βλέπειν ὑμᾶς ἀεὶ καὶ ἀκούειν τὰ περὶ ὑμῶν· διότι ἐν οὐδενὶ ἑτέρῳ ἔχομεν τὴν ἀνάπαυσιν τῶν ψυχῶν, ἢ ἐν τῇ προκοπῇ τῇ ὑμετέρᾳ καὶ τῇ διὰ τῶν ἐντολῶν τοῦ Χριστοῦ τελειώσει. Ἕως δὲ τοῦθ' ἡμῖν οὐχ ὑπάρχει, ἀναγκαῖον τιθέμεθα διὰ τῶν γνησιωτάτων καὶ φοβουμένων τὸν Κύριον ἀδελφῶν ἐπισκέπτεσθαι ὑμᾶς καὶ γράμμασι προσομιλεῖν τῇ ἀγάπῃ ὑμῶν. Αὐτοῦ οὖν τούτου ἕνεκεν ἀπεστείλαμεν τὸν εὐλαβέ στατον καὶ γνησιώτατον ἀδελφὸν ἡμῶν καὶ συνεργὸν τοῦ Εὐαγγελίου Μελίτιον τὸν συμπρεσβύτερον, ὃς διηγήσεται ὑμῖν τὸν ἡμέτερον πόθον ὃν ἔχομεν ἐφ' ὑμῖν καὶ τὴν μέριμ ναν τῶν ψυχῶν ὑμῶν, ὅτι νυκτὸς καὶ ἡμέρας δεόμεθα τοῦ Κυρίου περὶ τῆς ὑμῶν εὐδοκιμήσεως, ἵνα καὶ ἡμεῖς ἔχωμεν παρρησίαν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ τῆς ὑμῶν σωτηρίας, καὶ ὑμεῖς ἐκλάμψητε ἐν τῇ λαμ πρότητι τῶν ἁγίων, δοκιμαζομένου ὑμῶν τοῦ ἔργου ὑπὸ τῆς δικαιοκρισίας τοῦ Θεοῦ. Ἅμα δὲ ἡμῖν πολλὴν μέριμναν ἐμ ποιεῖ τοῦ κατασχόντος καιροῦ τούτου ἡ χαλεπότης, ἐν ᾧ πᾶσαι μὲν Ἐκκλησίαι ἐσαλεύθησαν, πᾶσαι δὲ ψυχαὶ σινιά ζονται. Ἤνοιξαν γὰρ στόματά τινες ἀφειδῶς κατὰ τῶν ὁμοδούλων. Λαλεῖται τὸ ψεῦδος ἀφόβως, ἡ ἀλήθεια συγκε κάλυπται. Καὶ οἱ μὲν κατηγορούμενοι καταδικάζονται ἀκρίτως, οἱ δὲ κατηγοροῦντες πιστεύονται ἀνεξετάστως. Ὅθεν κἀγὼ ἀκούσας ὅτι πάλαι κατ' ἐμοῦ περιφέρονται ἐπιστολαὶ στίζουσαι ἡμᾶς καὶ στηλιτεύουσαι καὶ κατηγο ροῦσαι ἐπὶ πράγμασιν ὧν τὴν ἀπολογίαν ἑτοίμην ἔχομεν ἐπὶ τοῦ δικαστηρίου τῆς ἀληθείας, ὥρμησα μὲν σιωπῆσαι, ὃ καὶ ἐποίησα. Τρίτον γὰρ ἤδη τοῦτο ἔτος ἐστὶν ἐν ᾧ τυ πτόμενος ὑπὸ τῶν διαβολῶν