1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

182

φέρω τὰς τῆς κατηγορίας μάστιγας, ἀρκούμενος ὅτι ἔχω Κύριον, τὸν τῶν κρυπτῶν γνώστην, μάρτυρα τῆς συκοφαντίας. Ἐπειδὴ δὲ ὁρῶ ὅτι πολλοὶ ἤδη τὴν σιωπὴν ἡμῶν εἰς βεβαίωσιν τῶν διαβολῶν παρεδέξαντο καὶ οὐ διὰ μακροθυμίαν ἐνόμισαν ἡμᾶς σιωπᾶν, ἀλλὰ διὰ τὸ μὴ ἔχειν διᾶραι στόμα πρὸς τὴν ἀλήθειαν, τούτου ἕνεκεν ἐπειράθην ἐπιστεῖλαι ὑμῖν, παρακαλῶν τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν ὥστε τὰς ἐξ ἑνὸς μέρους γινο μένας διαβολὰς μὴ πάντη παραδέχεσθαι ὡς ἀληθεῖς, διότι, καθὼς γέγραπται, οὐδένα κρίνει ὁ νόμος, ἐὰν μὴ πρῶτον ἀκούσῃ καὶ γνῷ τί ποιεῖ. 226.2 Καίτοι εὐγνώμονι κριτῇ ἀρκεῖ αὐτὰ τὰ πράγματα πρὸς τὴν τῆς ἀληθείας φανέρωσιν. Ὥστε κἂν ἡμεῖς σιωπῶμεν, ἔξεστιν ὑμῖν διαβλέψαι πρὸς τὰ γινόμενα. Οἱ γὰρ ἡμῖν κακοδοξίαν ἐγκαλοῦντες ἐφάνησαν νῦν ἐκ τοῦ προφανοῦς τῇ μερίδι τῶν αἱρετικῶν προστιθέμενοι· οἱ ὑπὲρ ἀλλοτρίων συνταγμάτων ἡμᾶς κατακρίνοντες ταῖς ἰδίαις ὁμολογίαις, ἃς ἐγγράφους ἡμῖν κατέθεντο, ἐναντιούμενοι φαίνονται. Νοήσατε τὴν συνήθειαν τῶν ταῦτα τολμώντων, ὅτι ἔθος αὐτοῖς ἀεὶ πρὸς τὸ δυνατὸν μετατίθεσθαι μέρος, καὶ τοὺς μὲν ἀσθενοῦντας τῶν φίλων καταπατεῖν, θεραπεύειν δὲ τοὺς κρατοῦντας. Οἱ γὰρ τὰς πολυθρυλήτους ἐκείνας ἐπι στολὰς κατὰ Εὐδοξίου καὶ πάσης αὐτῶν τῆς μερίδος συγ γράφοντες καὶ περιπέμποντες πάσαις ταῖς ἀδελφότησι καὶ διαμαρτυρόμενοι φεύγειν τὴν κοινωνίαν αὐτῶν ὡς ὄλεθρον τῶν ψυχῶν καὶ διὰ τοῦτο μὴ καταδεξάμενοι τὰς ἐπὶ τῇ καθαιρέσει αὐτῶν ἐξενεχθείσας ψήφους, ἐπειδὴ παρ' αἱρε τικῶν ἦσαν γενόμεναι, ὡς ἔπειθον ἡμᾶς τότε, οὗτοι νῦν πάντων ἐπιλαθόμενοι μετ' αὐτῶν γεγόνασι. Καὶ οὐδεμία αὐτοῖς ἄρνησις καταλείπεται· φανερῶς γὰρ ἀπεκάλυψαν ἑαυτῶν τὴν προαίρεσιν, ἐν Ἀγκύρᾳ τὰς κατ' οἶκον αὐτῶν κοι νωνίας ἀσπαζόμενοι, ἐπειδὴ εἰς τὸ κοινὸν ὑπ' αὐτῶν ἐκείνων οὔπω ἐδέχθησαν. Ἐρωτήσατε οὖν αὐτοὺς εἰ ὀρθόδοξος νῦν Βασιλείδης ὁ κοινωνικὸς Ἐκδικίου, διὰ τί ἀπὸ τῆς ∆αρδανίας ἐπανιόντες τὰ θυσιαστήρια ἐκίνουν ἐν τῇ χώρᾳ τῶν Γαγγρηνῶν καὶ ἑαυτῶν τραπέζας ἐτίθεσαν· διὰ τί μέχρι καὶ νῦν ἐπέρχονται ταῖς Ἐκκλησίαις τῆς Ἀμασείας καὶ Ζήλων καὶ παρ' ἑαυτῶν ἐγκαθιστῶσι πρεσβυτέρους καὶ διακόνους. Εἰ μὲν γὰρ ὡς ὀρθοδόξοις κοινωνοῦσι, τίνος ἕνεκεν ὡς αἱρετικοῖς ἐπέρχονται; Εἰ δὲ αἱρετικοὺς ὑπειλήφασι, πῶς τὴν κοινωνίαν αὐτῶν οὐκ ἐκτρέπονται; Ταῦτα οὐχὶ καὶ παιδικῇ διανοίᾳ δῆλά ἐστιν, ἀδελφοὶ τιμιώτατοι, ὅτι ἀεὶ πρὸς τὸ ἴδιον συμφέρον βλέποντες ἢ διαβάλλειν τινὰς ἢ συνι στᾶν ἐπιχειροῦσι; Καὶ ἡμῶν τοίνυν ἀπέστησαν οὔτε ἀγανα κτήσαντες ὅτι οὐκ ἀντεγράψαμεν (τοῦτο γάρ ἐστιν ὑφ' οὗ μάλιστα λέγουσι παροξύνεσθαι), οὔτε ὅτι τοὺς χωρεπι σκόπους οὓς λέγουσιν ἀπεσταλκέναι οὐκ ἐδεξάμεθα. Καίτοι δώσουσι λόγον τῷ Κυρίῳ οἱ τοῦτο κατασκευάζοντες. Εἷς γάρ τις Εὐστάθιος ἀποσταλεὶς καὶ γράμματα διαδοὺς τῇ τάξει τοῦ Οὐικαρίου, τρεῖς ἡμέρας ποιήσας ἐπὶ τῆς πόλεως καὶ μέλλων ἀπαίρειν ἐπὶ τὰ ἴδια, ἑσπέρας ἤδη βαθείας, καθεύδοντί μοι λέγεται πλησιάσαι τῷ οἰκήματι ἡμῶν. Ἀκούσας δὲ ὅτι καθεύδω, ἀπελθών, οὐκέτι τῇ ὑστε ραίᾳ ἡμῖν προσήγγισεν, ἀλλ' οὕτως ἀφοσιωσάμενος τὸ καθ' ἡμᾶς ἐπανῆλθε. Καὶ τοῦτό ἐστι τὸ ἔγκλημα ὃ ἠδικήσαμεν ἡμεῖς, καὶ οἱ μακρόθυμοι οὐκ ἀντεστάθμισαν τὴν πρὸ τού του δουλείαν ἡμῶν, ἣν ἐδουλεύσαμεν αὐτοῖς ἐν ἀγάπῃ, τῷ πταίσματι τούτῳ· ἀλλὰ τοσοῦτον ἐβάρυναν τὴν καθ' ἡμῶν ὀργὴν ἐπὶ ταύτῃ τῇ ἁμαρτίᾳ ὥστε πάσαις ταῖς κατὰ τὴν οἰκουμένην Ἐκκλησίαις, τό γε εἰς αὐτοὺς ἧκον, ἐκκηρύκ τους ἡμᾶς ποιῆσαι. 226.3 Οὐ μὴν αὕτη γέ ἐστι κατὰ ἀλήθειαν τῆς διαστάσεως ἡ αἰτία· ἀλλ', ἐπειδὴ ἐνόμισαν εὐδοκιμήσειν τότε παρὰ τῷ Εὐζωΐῳ, εἰ ἡμῶν ἑαυτοὺς ἀλλοτριώσειαν, ἐκείνας ἑαυτοῖς ἐπενόησαν τὰς προφάσεις, ἵνα εὕρωσί τινα σύστασιν παρ' αὐτοῖς διὰ τοῦ πρὸς ἡμᾶς πολέμου. Οὗτοι νῦν καὶ τὴν ἐν Νικαίᾳ διαβάλλουσι πίστιν καὶ ὁμοουσιάστας ἡμᾶς ἀποκα λοῦσι διὰ τὸ ἐν ἐκείνῃ τῇ πίστει τὸν Μονογενῆ Υἱὸν τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιον ὁμολογεῖσθαι, οὐχ ὡς ἀπὸ μιᾶς οὐσίας μερισθείσης εἰς δύο ἀδελφά, μὴ γένοιτο· οὐ