οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἁγιωσύνην ἐν φόβῳ Θεοῦ," καθὰ γέγραπται. βʹ. Ἅπας μὲν οὖν καιρὸς τοῖς ἐπιεικέσιν ἐπιτή δειος, εἴ[ς] γε τὸ δεῖν τὴν εὐαγῆ καὶ ἀμώμητον τῆς δικαιοσύνης ἰέναι τρίβον, καὶ εὐθὺ τῶν ἀρί στων φέρεσθαι σπουδασμάτων, ὅλοις ὥσπερ ἱστίοις εἰς τοῦτο διᾴττοντας· πρέποι δ' ἂν μάλιστα ταῖς εἰς τοῦτο ῥοπαῖς εὖ μάλα κατακαλλύνεσθαι, κα 77.932 τά γε, φημὶ, τὸν ἐνεστηκότα, εἴπερ ἐστὶν ἀναγ καῖον, ὡς ἔνι διεσμιγμένους, καὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασιν ἐκλελαμπρυσμένους, διελάσαι μὲν εἴσω τῶν ἱερῶν καταπετασμάτων, ὀφθῆναί τε οὕτω τῷ πανάγνῳ Θεῷ. Τὸ δὲ ἁμαρτεῖν καιροῦ καὶ τῶν παρ' αὐτοῦ, φαίην ἂν ἔγωγε, τοῖς αὐτὸ παθοῦσιν οὐκ ἀζήμιον. Τίς γὰρ ἐπαινέσει γηπόνον, εἰ μετὸν ἀροῦν, καίτοι καιροῦ νέμοντος αὐτῷ τοῦτο δρᾷν, ἀφιλεργήσας ὁρῷτο, καὶ τὸν ἀδρανῆ καὶ ἄμισθον ἀγαπήσας ὄκνον; Ἢ ποῖος οὐκ ἔσται πλωτῆρσιν ὁ μῶμος, εἰ τῶν ἐξ οὐρίας πνευμάτων ὀλιγωρήσαντες, εἶτα παρηβήσαντος τοῦ καιροῦ, ἐξώρου τε ἤδη τοῦ δύνασθαι πλεῖν γεγονότος, ζητεῖν ἕλοιντο παρὰ τὸ εἰ κὸς ἐκεῖνά που πάντως, ὧν ἐξ ἀμαθίας ἐστέρην ται; Οὐκοῦν, καθὰ καὶ ὁ πάνσοφος γράφει Παῦλος, "Ἕως καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας." Ἐπισφαλὲς γὰρ τὸ ῥᾴθυμον, καὶ οὐκ ἂν ἁμάρτοι τἀληθοῦς, εἴπερ τις ἕλοιτο, ὡς ἔστι τὸ χρῆμα πάντη τε καὶ πάντως ὀλέθρου πρόξενον. Γέγραπται γὰρ, ὅτι "Οὐαὶ οἱ ποιοῦντες τὸ ἔργον Κυρίου ἀμελῶς." Εἰ δὲ καὶ αὐτὸ τὸ δρᾷν οὐκ ἀζή μιον, εἰ μὴ τελοῖτο μετὰ σπουδῆς, ποία τις ἕψεται δίκη τοῖς εἰς ἅπαν ἀπονενευκόσιν ἐπὶ τὸ μὴ βούλε σθαι δρᾷν αὐτό; Φέρε τοίνυν, ὡς γοῦν ἔφη τις τῶν τοῦ Σωτῆρος μαθητῶν, "Ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ," μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέ σαντα ὑμᾶς ἅγιον, καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀνα στροφῇ γενήθητε. Γέγραπται γὰρ, ὅτι "Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος." Ὥσπερ γὰρ τοῖς τῶν ἐπιγείων κρατοῦσι πραγμάτων, γνωριμώτατοι μὲν καὶ ἐν τοῖς ἄγαν ἐπιτηδείοις, οἵπερ ἂν εἶεν εὐτολμότατοί τε καὶ ἐμπειροπόλεμοι, καὶ τῶν ὅτι μάλιστα τοῖς τα κτικοῖς ἐνευδοκιμεῖν εἰωθότες· οὕτω καὶ τῷ πανάγνῳ Θεῷ φίλοι τε κεκλήσονται, καὶ ἐγγὺς ἂν εἶεν κατὰ διάθεσιν, οὐχ οἱ ταῖς τῆς σαρκὸς ἀκαθαρσίαις ἐνει λημμένοι, καὶ τοῖς τοῦ παρόντος βίου περισπασμοῖς προσκείμενοι μᾶλλον, ἀλλ' οἱ τῇ τῶν ἀρετῶν φαιδρό τητι διαπρέποντες. Εἶτα τί ἂν γένοιτο παρά γε τοῖς εὖ φρονεῖν εἰωθόσι τοῦ τῇδε ἔχειν τὸ ἄμεινον; Κἂν πλοῦτον εἴπῃ τις τὸν ἐπὶ γῆς, ἀλλ' ἔστιν οὐκ ἀσφα λὴς, βέβηκε δὲ κατ' οὐδένα τρόπον, καὶ οἷον ὀλι σθηρὰν ᾄττει τρίβον. Κατασείεται γὰρ ἔσθ' ὅτε, καὶ τὸν χθὲς καὶ τρίτην ἀξιοζήλωτον, ταῖς ἁπασῶν ἐσχά ταις ἁλόντα ταλαιπωρίαις καταθρήσαι τις ἄν. Πλὴν ἔστω καὶ βέβαιος, εἰ δοκεῖ. Εἶτα τί τὸ ἐντεῦθεν τοῖς ἔχουσι τό γε ἧκον εἰς σωτηρίαν ψυχῆς κέρδος; Οὐ μέθαι καὶ πότοι τὰ ἐξ αὐτοῦ, καὶ τραπέζης περιειρ γασμένης ἄσωτοι φιλοτιμίαι, καὶ αὐτῇ πολλάκις ἐπιβουλεύουσαι τῇ τῶν ἡδυφαγούντων γαστρί; Ἀλλ' ἴσως ἐρεῖ τις· Ἐπιτιμήσεις οὖν ἄρα ταῖς εὐειματίαις, καὶ ταῖς τῷ πλουτεῖς ἀκολουθούσαις τιμαῖς; κἂν εἰ κέοιτό τισιν ἐν θησαυροῖς πλεῖστά τε ὅσα καὶ 77.933 ἀξιόκτητα, καὶ τῶν εἰς λῆξιν ἐπαίνων οὐκ ἀμοιρεῖν εἰωθότα, καταμωμήσῃ καὶ τοῦτο, καὶ οὐδὲν εἶναι τὸ χρῆμα ἐρεῖς; Πρὸς δὴ ταῦτα φαίην ἂν, ὡς ἀρκέσει βοῶν ὁ θεσπέσιος Ἰωάννης· "Μὴ ἀγαπᾶτε τὸν κό σμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου." Ἄθρει δὴ οὖν ὅπως Πνεύματος ἁγίου μέτοχος ὢν, τὴν τῶν ἐπι γείων ἀπόλαυσιν μέχρι τριῶν συνεμέτρησε πραγμά των, ἄριστα φιλοσοφῶν. Σαρκὸς γὰρ ἐπιθυμίαι, γα στρός εἰσι κόροι, καὶ τὰ τῶν ὀψοφαγιῶν ἡδύσματα, καὶ ἡ τούτοις ἑπομένη νῦν ἀεί πως σύνδρομος ἀκα θαρσία. Ὀφθαλμῶν γε μὴν ἡδοναὶ καὶ τέρψεις, ἡ τῶν ἐσθημάτων παμποίκιλος θέα, εὔχροιά τε καὶ λαμπρότης ὑλῶν, ἃς ὁ πλοῦτος ἀγαπᾷ· ἀλαζονείαν δὲ τοῦ βίου φησὶ τὴν τῶν ἀξιωμάτων ὑπεροχὴν, καὶ τὸ εἰρημένον ὑψοῦ κατά γε τιμὴν καὶ δόξαν. γʹ. Φέρε δὴ οὖν τοῦ βίου τὸ μῆκος διαμετρήσαντες, καὶ εἰς τὸ