Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
πεποιημένοις τοῦ ποιοῦντος εἰκόνα δύνασθαι διαπρέπειν ἀπαραλλάκτως, καὶ πάντα φέρειν ἐν ἑαυτῇ φυσικῶς ὅσαπερ ἐκείνῳ πρόσεστιν, οὗ καὶ ἔστιν εἰκών. Εἰ δὲ εἰκὼν τοῦ Υἱοῦ τὸ Πνεῦμα καλεῖται, Θεὸς ἄρα καὶ οὐχ ἑτέρως ΑΛΛΟ. Γέγραπται πάλιν· Προφῆται δύο ἢ τρεῖς λαλείτωσαν. Εἶτά φησιν· Ἐὰν δὲ πάντες προφητεύουσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων. Τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὄντως ὁ Θεὸς ἐν ἡμῖν ἐστιν. Ὅτε τοίνυν οἱ τὸ Πνεῦμα λαμβάνοντες τὸ ἅγιον, Θεὸν ἔχοντες ἐν ἑαυτοῖς προφητεύουσι, καὶ διὰ τοῦτο θαυμάζονται, πῶς ἔσται ποίημα, καὶ οὐχὶ μᾶλλον τῆς ἀνωτάτω πασῶν οὐσίας μετάληψις σχετικὴ, φυσικῶς διαβαίνουσα παρὰ Πατρὸς δι' Υἱοῦ πρὸς τοὺς ἐπιτηδείους εἰς τὸ λαβεῖν, ὥσπερ ἂν γένοιτο καὶ ἐκ πυρὸς θερμότης ἐν σώματι; ΑΛΛΟ. Γέγραπται πάλιν· Ὁ γὰρ λαλῶν γλώσσαις, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ. Οὐδεὶς γὰρ ἀκούει, Πνεύματι δὲ λαλεῖ μυστήρια. Ἰδοὺ τὸν γλώσσαις λαλοῦντα, Θεῷ διαλέγεσθαι σαφῶς ὁ Παῦλός φησιν. Εἶτα Θεὸν δεικνύων τὸ Πνεῦμα, συνάψας ἐπάγει· Πνεύματι δὲ λαλεῖται μυστήρια. Πῶς οὖν οὐκ ἔσονται τοῖς τῆς δυσφημίας ἐγκλήμασιν ἔνοχοι, οἱ τὸ Πνεῦμα τολμῶντες καταριθμεῖν ἐν ποιήμασιν; ΑΛΛΟ. Ἐπιστέλλει πάλιν Κορινθίοις ὁ Παῦλος· Ἡμεῖς γὰρ ναοί ἐσμεν Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεός· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ πάλιν ἐπὶ τούτοις· Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ τὸ ἐνοικοῦν ἐν ἡμῖν. Καὶ πάλιν· Εἴ τις οὖν τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. Οὐκοῦν εἰ τὸ Πνεῦμα λαβόντες, καὶ ναὸς 75.573 καὶ οἶκος Θεοῦ χρηματίζομεν, ὡς Θεὸν ἔχοντες ἐν ἑαυτοῖς οἰκοῦντα καὶ ἐμπεριπατοῦντα, καθὼς γέγραπται, πῶς οὐ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, κἂν μὴ βούλωνταί τινες τῶν δι' ἐναντίας, οἷς τὸ μὴ πείθεσθαι τῇ θείᾳ Γραφῇ σύνηθές τε καὶ φίλον; ΑΛΛΟ. Ὁ μακάριος Παῦλος δοῦλον ἑαυτὸν Ἰησοῦ Χριστοῦ καὶ κλητὸν ἀπόστολον ἀποκαλῶν, ἀφωρίσθαι φησὶν εἰς Εὐαγγέλιον Θεοῦ. Εἶτα πάλιν ἑτεροτρόπως τὸ αὐτὸ σημαίνων, ἐπιστέλλει πρός τινας ὡς περὶ Θεοῦ· Ὃς ἱκάνωσεν ἡμᾶς διακόνους Καινῆς ∆ιαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος. Εἰ τοίνυν διαθήκην Πνεύματος οἶδεν τὸ Εὐαγγέλιον τοῦ Θεοῦ εἰς ὃ καὶ ἀφωρίσθαι φησὶ, πῶς οὐ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον; ΑΛΛΟ. Γέγραπται πάλιν· Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν. Ἀλλ' εἴπερ ἦν ὄντως ποίημα καὶ κτίσμα κατὰ τὴν τῶν ἑτεροδόξων μανίαν τὸ Πνεῦμα τὸ ἅγιον, πῶς ὅλην ἔχει τοῦ Θεοῦ τὴν ἐνέργειαν; Οὐ γὰρ δή τις τοσοῦτον, οἶμαι, τοῦ φρονεῖν ὀρθῶς ἐκβήσεται, ὡς τολμήσαι καὶ μόνον εἰπεῖν τὴν θείαν οὐσίαν δι' ὀργάνων τινῶν ἔξωθεν εἰς τὸ εἶναι παρενεχθέντων διακονεῖσθαι πρὸς ἐνέργειαν τὴν ἐξ αὐτῆς φυσικῶς διαβαίνουσαν πρός τινας τῶν ἐπιτηδείων πρὸς τὸ λαβεῖν. Ἐπειδὴ δὲ ζωὴ μὲν ἔστι κατὰ φύσιν ὁ Υἱὸς, ζωοποιεῖ δὲ τὸ Πνεῦμα τὸ παρ' αὐτοῦ χωρηγούμενον, ἀνάγκη λοιπὸν ἐκ τῆς οὐσίας ὑπάρχειν ὁμολογεῖν αὐτὸ τῆς τοῦ Υἱοῦ καὶ Θεοῦ, καὶ πᾶσαν αὐτοῦ τήν τε δύναμιν καὶ τὴν ἐνέργειαν ἔχον, ὥσπερ ἂν εἰ καὶ ὕδατος ἀτμὶς ἀναβαίνοι, καὶ δι' ὧν ἐνεργεῖ τοὺς παρ' οἷς ἂν γένοιτο ψύχουσα, τοῦ ἐκπέμποντος αὐτὴν τὴν φύσιν σημαίνουσα.
ΛΟΓΟΣ Λ∆ʹ.
Παράθεσις ῥητῶν ἐφεξῆς, ἐν οἷς ἔστι τὸν ἐπι τηροῦντα θεωρεῖν, ὅτι Θεὸς τὸ Πνεῦμα, καὶ τὴν αὐτοῦ ἐνέργειαν ἔχον τῷ Υἱῷ πανταχοῦ, καὶ οὐκ ἀπεξενωμένον τῆς