183
γὰρ τοῦτο ἐνόη σεν ἡ ἁγία ἐκείνη καὶ θεοφιλὴς σύνοδος, ἀλλ' ὡς, ὅπερ ἐστὶ κατὰ τὴν οὐσίαν ὁ Πατήρ, τοῦτο ὀφείλοντος νοεῖσθαι καὶ τοῦ Υἱοῦ. Τοῦτο γὰρ ἡμῖν αὐτοὶ ἐκεῖνοι ἡρμήνευσαν εἰπόντες φῶς ἐκ φωτός. Ἔστι δὲ ἡ ἐν Νικαίᾳ πίστις, ἡ παρ' αὐτῶν ἀπὸ τῆς ∆ύσεως κομισθεῖσα, ἣν ἐπέδωκαν τῇ συνόδῳ τῇ ἐν Τυάνοις, ὑφ' ἧς καὶ παρεδέχθησαν. Ἀλλ' ἔχουσί τι σοφὸν δόγμα εἰς τὰς τοιαύτας ἑαυτῶν μεταβολάς· ὅτι τοῖς ῥήμασι τῆς πίστεως, ὡς ἰατροί, κέχρηνται κατὰ καιρόν, ἄλλοτε ἄλλως πρὸς τὰ ὑποκείμενα πάθη μεθαρμο ζόμενοι. Τούτου δὲ τοῦ σοφίσματος τὸ σαθρὸν οὐκ ἐμὲ ἐλέγχειν προσῆκεν, ἀλλ' ὑμᾶς νοεῖν. ∆ώσει γὰρ ὑμῖν ὁ Κύριος σύνεσιν πρὸς τὸ γνωρίζειν τίς μὲν ὁ εὐθὴς λόγος, τίς δὲ ὁ σκολιὸς καὶ διεστραμμένος. Εἰ γὰρ ἄλλοτε ἄλλας πίστεις δεῖ συγγράφειν καὶ μετὰ τῶν καιρῶν ἀλλοιοῦσθαι, ψευδὴς ἡ ἀπόφασις τοῦ εἰπόντος· Εἷς Κύριος, μία πίστις, ἓν βάπτι σμα. Εἰ δὲ ἐκεῖνα ἀληθῆ, μηδεὶς ὑμᾶς ἐξαπατάτω τοῖς κενοῖς τούτοις λόγοις. ∆ιαβάλλουσιν ἡμᾶς ὡς καινοτο μοῦντας περὶ τοῦ Πνεύματος τοῦ Ἁγίου. Ἐρωτήσατε οὖν τίς ἡ καινοτομία. Ἡμεῖς γὰρ ὁμολογοῦμεν ὃ καὶ παρελάβομεν, μετὰ Πατρὸς καὶ Υἱοῦ τετάχθαι τὸν Παράκλητον, οὐ μετὰ τῆς κτίσεως ἀριθμεῖσθαι. Εἰς γὰρ Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα πεπιστεύκαμεν, καὶ βαπτιζόμεθα εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. ∆ιὰ τοῦτο οὐδέποτε τῆς πρὸς Πατέρα καὶ Υἱὸν συναφείας τὸν Παράκλητον ἀποσπῶμεν. Ὁ γὰρ νοῦς ἡμῶν φωτιζό μενος ὑπὸ τοῦ Πνεύματος πρὸς Υἱὸν ἀναβλέπει καὶ ἐν αὐτῷ ὡς ἐν εἰκόνι θεωρεῖ τὸν Πατέρα. Οὔτε οὖν ὀνόματα παρ' ἑαυτῶν ἐπινοοῦμεν, ἀλλὰ Πνεῦμα Ἅγιον καὶ Παρά κλητον ὀνομάζομεν, οὔτε τὴν ὀφειλομένην αὐτῷ δόξαν ἀθετεῖν καταδεχόμεθα. Ταῦτά ἐστι τὰ ἡμέτερα μετὰ πάσης ἀληθείας. Ἐπὶ τούτοις ὁ κατηγορῶν κατηγορείτω· ὁ διώκων ἡμᾶς διωκέτω· ὁ πιστεύων ταῖς καθ' ἡμῶν διαβολαῖς ἑτοι μαζέσθω πρὸς τὴν διαδικασίαν. Ὁ Κύριος ἐγγύς, μηδὲν μεριμνῶμεν. 226.4 Εἴ τις ἐν Συρίᾳ συγγράφει, τοῦτο οὐδὲν πρὸς ἡμᾶς. «Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, φησί, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ». Οἱ ἐμοὶ λόγοι ἐμὲ κρινέτωσαν· ὑπὲρ δὲ ἀλλοτρίων ἡμᾶς σφαλμάτων μηδεὶς καταδικαζέτω, μηδὲ τὰς πρὸ εἴκοσιν ἐτῶν γραφείσας παρ' ἡμῶν ἐπιστολὰς εἰς ἀπόδειξιν προβαλλέσθω τοῦ νῦν κοινωνικοὺς ἡμᾶς εἶναι τοῖς ἐκεῖνα συγγράψασιν. Ἡμεῖς γὰρ πρὸ τῶν συγγραμμά των λαϊκοὶ ὄντες πρὸς λαϊκοὺς ἐπεστέλλομεν, πρὸ τοῦ τινα καὶ ὑπόνοιαν τοιαύτην κατ' αὐτῶν κινεῖσθαι· καὶ ἐπεστέλ λομεν οὐδὲν περὶ τῆς πίστεως, οὐδ' οἷα νῦν ἐπὶ τῇ καθ' ἡμῶν διαβολῇ περιφέρουσιν οὗτοι, ἀλλὰ ψιλὰς προσηγορίας ἀγαπητικὴν προσφώνησιν ἀποπληρούσας. Ἡμεῖς γὰρ ὁμοίως καὶ τοὺς τὰ Σαβελλίου νοσοῦντας καὶ τοὺς τὰ Ἀρείου δόγ ματα ἐκδικοῦντας ὡς ἀσεβεῖς ἀποφεύγομεν καὶ ἀναθεματί ζομεν. Εἴ τις τὸν αὐτὸν Πατέρα λέγει καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, καὶ ἓν πρᾶγμα πολυώνυμον ὑποτιθέμενος καὶ μίαν ὑπόστασιν ὑπὸ τριῶν προσηγοριῶν ἐκφωνουμένην, τὸν τοι οῦτον ἡμεῖς ἐν τῇ μερίδι τῶν Ἰουδαίων τάσσομεν. Ὁμοίως καὶ εἴ τις ἀνόμοιον λέγει κατὰ τὴν οὐσίαν τὸν Υἱὸν τῷ Πατρὶ ἢ εἰς κτίσμα κατάγει τὸ Πνεῦμα τὸ Ἅγιον, ἀναθεματίζομεν καὶ ἐγγὺς εἶναι τῆς Ἑλληνικῆς τιθέμεθα πλάνης. Ἀλλὰ τὰ μὲν στόματα τῶν κακηγορούντων ἡμᾶς ἐπισχεθῆ ναι διὰ τῶν ἡμετέρων γραμμάτων ἀμήχανον· μᾶλλον μὲν οὖν εἰκὸς καὶ ἐρεθίζεσθαι αὐτοὺς ἐπὶ ταῖς ἀπολογίαις ἡμῶν, καὶ μείζονα καὶ χαλεπώτερα καθ' ἡμῶν κατασκευά ζειν. Τὰς μέντοι ὑμετέρας ἀκοὰς φυλαχθῆναι οὐ χαλεπόν. Ὥστε ὅ ἐστιν ἐφ' ὑμῖν, τοῦτο ποιήσατε. Ἀκεραίαν ἡμῖν καὶ ἀπρόληπτον διαβολαῖς τὴν καρδίαν ὑμῶν φυλάξατε, καὶ πρὸς τὰ προβαλλόμενα ἐγκλήματα ἀπαιτεῖτε ἡμᾶς τὰς εὐθύνας. Καὶ εἰ μὲν εὕρητε παρ' ἡμῖν τὴν ἀλήθειαν, μὴ δῶτε χώραν τῷ ψεύδει· ἐὰν δὲ ἀτονούντων ἡμῶν πρὸς τὴν ἀπολογίαν αἴσθησθε, τότε πιστεύσατε τοῖς κατηγόροις ἡμῶν ὡς ἀληθεύουσιν. Ἀγρυπνοῦσιν ἐκεῖνοι πρὸς τὸ ἡμᾶς κακο ποιῆσαι· τοῦτο παρ' ὑμῶν οὐκ ἐπιζητοῦμεν. Ἐμπορικὸν βίον μεταχειριζόμενοι παρεμπόρευμα ποιοῦνται τὴν ἡμετέ