184
ραν διαβολήν· ὑμᾶς οἴκοι μένειν καὶ εὐσχημονεῖν, ἐν ἡσυχίᾳ τὸ ἔργον τοῦ Κυρίου πληροῦντας, παρακαλοῦμεν, τὰς μέντοι συντυχίας αὐτῶν τὰς δολερῶς ἐπὶ καταστροφῇ τῶν ἀκουόν των γινομένας ἐκκλίνειν, ἵνα καὶ τὴν πρὸς ἡμᾶς ἀγάπην ἀκεραίαν φυλάξητε καὶ τὴν τῶν Πατέρων πίστιν ἄθραυσ τον διασώσητε καὶ παρὰ τῷ Κυρίῳ εὐδόκιμοι φανῆτε ὡς φίλοι τῆς ἀληθείας.
227.τ ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΚΟΛΩΝΙΑ ΚΛΗΡΙΚΟΥΣ
227.1 Καὶ τί οὕτω καλὸν καὶ εὐδόκιμον παρὰ Θεῷ καὶ ἀνθρώ ποις ὡς ἀγάπη
τελεία, ἣν πλήρωμα τοῦ παντὸς εἶναι νόμου παρὰ τοῦ σοφοῦ δεδιδάγμεθα ∆ιδασκάλου; Ὥστε ἀποδέχο μαι ὑμῶν τὸ διάπυρον τῆς περὶ τὸν ποιμένα ὑμῶν διαθέ σεως. Οὔτε γὰρ παιδὶ φιλοπάτορι πατρὸς ἀγαθοῦ στέρησις ἀνεκτή, οὔτε Ἐκκλησίᾳ Χριστοῦ ποιμένος καὶ διδασκάλου ἀναχώρησις φορητή. Ὥστε καλῆς καὶ ἀγαθῆς προαιρέσεως ἀπόδειξιν ἡμῖν ἐν τῇ ὑπερβαλλούσῃ περὶ τὸν ἐπίσκοπον ὑμῶν διαθέσει παρέχεσθε. Ἀλλὰ τὸ χρηστὸν ὑμῶν τοῦτο καὶ περὶ τὸν πνευματικὸν πατέρα ἐνδιάθετον, μέτρῳ καὶ λογισμῷ γινόμενον, ἀπόδεκτόν ἐστιν, ἐκβαῖνον δὲ τοῦ ὅρου οὐκ ἔτι τῆς αὐτῆς ἀποδοχῆς ἄξιον γίνεται. Οἰκονομία καλὴ περὶ τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν τὸν συλλειτουργὸν Εὐφρόνιον παρὰ τῶν οἰκονομεῖν τὰς Ἐκκλησίας πεπιστευμένων γεγένηται, ἀναγκαία τῷ καιρῷ, λυσιτελὴς καὶ τῇ Ἐκκλησίᾳ πρὸς ἣν μετετέθη καὶ ὑμῖν αὐτοῖς ἀφ' ὧν ἐλήφθη. Ταύτην μὴ ἀνθρωπίνην νομίσητε, μηδὲ ἐκ λογισμῶν κεκι νῆσθαι τὰ γήϊνα φρονούντων ἀνθρώπων, ἀλλὰ τῇ συνεργείᾳ τοῦ Πνεύματος τοὺς τὴν μέριμναν ἀνηρτημένους τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τοῦτο ποιῆσαι πέπεισθε, καὶ ἐμβά λεσθε τῇ διανοίᾳ τὴν ὁρμὴν ταύτην καὶ σπουδάσατε αὐτὴν τελειῶσαι. ∆έξασθε οὖν ἡσυχῆ καὶ μετ' εὐχαριστίας τὸ γενόμενον, ἐκεῖνο πεπεισμένοι ὅτι οἱ μὴ δεχόμενοι παρὰ τῶν ἐκλεκτῶν τοῦ Θεοῦ τὰ ταῖς Ἐκκλησίαις διατυπούμενα τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθίστανται. Μὴ δικαιολογεῖσθε πρὸς τὴν μητέρα ὑμῶν τὴν ἐν Νικοπόλει Ἐκκλησίαν. Μὴ τραχύ νεσθε πρὸς τοὺς τῶν ψυχῶν ὑμῶν ἀναδεδεγμένους τὴν μέριμναν. Ἐν γὰρ τῷ τὰ τῆς Νικοπόλεως συνεστάναι πράγ ματα καὶ τὸ καθ' ὑμᾶς μέρος συνδιασωθήσεται· ἐὰν δὲ ἐκείνης ἅψηταί τις σάλος, κἂν μυρίους ἔχητε τοὺς φυλάσ σοντας ὑμᾶς, συμπαραναλωθήσεται τῷ κεφαλαίῳ καὶ τὸ ὑμέτερον. Ὡς οὖν οἱ τοῖς ποταμοῖς παροικοῦντες, ἐπειδὰν ἴδωσί τινας πόρρωθεν ὀχυρώματα καταβαλλομένους τοῖς ῥεύμασιν, ἴσασιν ὅτι αὐτοῖς προδιοικοῦνται τὴν ἀσφάλειαν τὰς ἐπιδρομὰς τῶν ῥευμάτων ἀποκρουόμενοι· οὕτω καὶ οἱ νῦν τὸ βάρος τῆς φροντίδος τῶν ἐκκλησιαστικῶν ἀναδεξά μενοι ἐν τῇ τῶν ἄλλων φυλακῇ τὴν καθ' ὑμᾶς ἄδειαν διοι κοῦνται, καὶ ἐν σκέπῃ γενήσεσθε πάσης ταραχῆς, ἑτέρων ὑποδεχομένων τοῦ πολέμου τὰς προσβολάς. Πρὸς δὲ κἀκεῖνο ἐνθυμεῖσθαι ὑμᾶς προσῆκεν ὅτι οὐχ ὑμᾶς ἀπέβαλεν, ἀλλ' ἑτέρους προσέλαβεν. Οὐ δήπου δὴ βάσκανοί τινές ἐσμεν ἡμεῖς, ὥστε τὸν δυνάμενον καὶ ἄλλοις τῶν ἑαυτοῦ χαρισμά των μεταδιδόναι ἀναγκάζειν ὑμῖν ἐναποκλείειν τὴν χάριν καὶ τῷ καθ' ὑμᾶς μόνῳ χωρίῳ στενοχωρεῖν. Οὔτε γὰρ ὁ πηγὴν περιφράσσων καὶ ὕδατος ἔξοδον λυμαινόμενος ἐπαι νετός, οὔτε ὁ διδασκαλίαν διαρκῆ κωλύων ἐπὶ πλεῖον χωρεῖν ἔξω τοῦ πάθους τῆς βασκανίας ἐστίν. Ἐχέτω τοίνυν καὶ τὴν Νικοπόλεως μέριμναν καὶ τὸ ὑμέτερον προσθήκη ἔστω τῶν ἐκεῖ φροντισμάτων. Τῷ μὲν γὰρ ἀνδρὶ πλείων προσῆλ θεν ὁ κόπος, ὑμῶν δὲ οὐδὲν ἐλαττοῦται ἡ ἐπιμέλεια. Ἐκεῖνο δέ με καὶ πάνυ ἐλύπησε καὶ ἔξω ἐφάνη τοῦ μέτρου εἰρῆσθαι ὅτι ἀποτυχόντες τῶν ἐπιζητουμένων, τὰ δικαστήρια κατα ληψόμεθα καὶ ἐπισείσομεν ἀνθρώπους πράγμασιν, οἷς ἡ καταστροφὴ τῶν Ἐκκλησιῶν εὐχῆς ἐστι τὸ κεφάλαιον. Μή ποτε οὖν ἄφρονι θυμῷ φερόμενοί τινες παραπείσωσιν ὑμᾶς φθέγξασθαι περὶ τούτων τι εἰς τὸ δημόσιον, καὶ