1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

185

γένηται μέν τις ἐντεῦθεν καταστροφή, περιτραπῇ δὲ τῶν γινομένων τὸ βάρος ταῖς κεφαλαῖς τῶν τὴν αἰτίαν παρασχομένων. Ἀλλὰ δέξασθε καὶ τὴν ἡμετέραν συμβουλὴν ἐν πατρικοῖς ὑμῖν σπλάγχνοις προσαγομένην, καὶ τὴν τῶν θεοφιλεστάτων ἐπισκόπων οἰκονομίαν κατὰ βούλησιν Θεοῦ γενομένην. Καὶ ἀναμείνατε καὶ ἡμᾶς οἳ παραγενόμενοι, ἐὰν ὁ Κύριος ἡμῖν συνεργήσῃ, ὅσα οὐκ ἐνεχώρει διὰ τῆς ἐπιστολῆς παρακαλέ σαι τὴν εὐλάβειαν ὑμῶν, δι' ἑαυτῶν παραινέσομεν, καὶ τὴν ἐνδεχομένην παραμυθίαν δι' αὐτῶν τῶν ἔργων ἐπαγαγεῖν ὑμῖν πειρασόμεθα.

228.τ ΠΟΛΙΤΕΥΟΜΕΝΟΙΣ ΚΟΛΩΝΕΙΑΣ

228.1 Ἐδεξάμην τὰ γράμματα τῆς κοσμιότητος ὑμῶν καὶ ηὐχα ρίστησα τῷ

παναγίῳ Θεῷ, ὅτι, ἄσχολοι ὄντες περὶ τὴν μέριμναν τῶν δημοσίων, οὐκ ἐν παρέργῳ τίθεσθε τὰ τῶν Ἐκκλησιῶν, ἀλλ' ἕκαστος, ὡς ὑπὲρ ἰδίου πράγματος καὶ συνέχοντος αὐτοῦ τὴν ζωήν, οὕτως ἐμερίμνησε, καὶ ἐπεσ τείλατε ἡμῖν ἀνιώμενοι ἐπὶ τῷ χωρισμῷ τοῦ θεοφιλεστάτου ἐπισκόπου ὑμῶν Εὐφρονίου, ὃν οὐκ ἀφείλετο ὑμῶν ἡ Νικό πολις, ἀλλὰ δικαιολογουμένη μὲν εἴποι ἂν ὅτι τὸν οἰκεῖον ἀπέλαβε, θεραπευομένη δὲ φθέγξεται ὑμῖν φωνὴν μητρὶ φιλοστόργῳ πρέπουσαν, ὅτι κοινὸν ἕξει πρὸς ὑμᾶς τὸν πατέρα, ὃς ἐν μέρει ἑκατέροις τῆς ἑαυτοῦ μεταδώσει χάρι τος, οὔτε ἐκείνους ἐάσει τι παθεῖν ἐκ τῆς τῶν ἐναντίων ἐπιδρομῆς καὶ ὑμᾶς τῆς συνήθους κηδεμονίας οὐκ ἀποστε ρήσει. Τοῦ τε οὖν καιροῦ τὴν χαλεπότητα λογισάμενοι καὶ τὸ τῆς οἰκονομίας ἀναγκαῖον σώφρονι γνώμῃ καταμαθόντες σύγγνωτε μὲν τοῖς ἐπισκόποις ἐπὶ ταύτην ἐλθοῦσι τὴν ὁδὸν τῆς καταστάσεως τῶν Ἐκκλησιῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παραινέσατε δὲ ἑαυτοῖς ὃ πρέπει ἀνδράσι τέλειον μὲν τὸν οἰκεῖον νοῦν κεκτημένοις, εἰδόσι δὲ καὶ τὰς παρὰ τῶν ἀγαπώντων ὑποθήκας προσίεσθαι. Ὑμᾶς μὲν γὰρ εἰκὸς πολλὰ τῶν κινουμένων ἀγνοεῖν διὰ τὸ ἐν ἐσχατιᾷ τῆς Ἀρμενίας τετάχθαι· ἡμεῖς δέ, οἱ μέσοις ἐμβεβηκότες τοῖς πράγμασι καὶ πανταχόθεν ἐφ' ἑκάστης ἡμέρας ταῖς ἀκοαῖς βαλλόμενοι τῶν καταστρεφομένων Ἐκκλησιῶν, ἐν πολλῷ ἀγῶνί ἐσμεν, μήποτε ὁ κοινὸς ἐχθρὸς τῇ μακρᾷ εἰρήνῃ τοῦ βίου ἡμῶν βασκήνας ἐπισπεῖραι δυνηθῇ τὰ ἑαυτοῦ ζιζάνια καὶ τοῖς καθ' ὑμᾶς τόποις, καὶ γένηται καὶ τὸ τῶν Ἀρμε νίων μέρος κατάβρωμα τῶν ὑπεναντίων. Ἀλλὰ νῦν μὲν ἡσυχάσατε, ὥσπερ σκεύους ἀγαθοῦ χρῆσιν κοινὴν ἔχειν πρὸς τοὺς γείτονας ὑμῶν καταδεξάμενοι. Μικρὸν δὲ ὕστε ρον, ἂν δῷ ὁ Κύριος τὴν ἐπιδημίαν ἡμῶν, καὶ τελεωτέραν παραμυθίαν τῶν γενομένων ἐκδέξεσθε, ἐὰν τοῦτο ὑμῖν ἀναγ καῖον καταφανῇ.

229.τ ΠΡΟΣ ΤΟΥΣ ΚΛΗΡΙΚΟΥΣ ΝΙΚΟΠΟΛΕΩΣ

229.1 Καὶ παρ' ἑνὸς εὐλαβοῦς καὶ δευτέρου γενόμενον ἔργον πληροφορεῖ

ἡμᾶς τῇ συμβουλίᾳ τοῦ Πνεύματος πείθεσθαι γίνεσθαι. Ὅταν γὰρ μηδὲν ᾖ ἀνθρώπινον πρὸ ὀφθαλμῶν κείμενον, μηδὲ σκοπῷ οἰκείας ἀπολαύσεως πρὸς τὰς ἐνερ γείας ὁρμῶσιν οἱ ὅσιοι, ἄλλ' οὐδὲν τοῦ εὐαρεστεῖν τῷ Θεῷ προθέμενοι, δῆλον ὅτι Κύριός ἐστιν ὁ τὰς καρδίας αὐτῶν κατευθύνων. Ὅπου δὲ ἄνδρες πνευματικοὶ τῶν βουλευμά των κατάρχουσιν, ἕπεται δὲ τούτοις λαὸς Κυρίου ἐν συμφω νίᾳ τῆς γνώμης, τίς ἀμφιβάλλει μὴ οὐχὶ κοινωνίᾳ τῇ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ τὸ αἷμα αὐτοῦ ὑπὲρ τῶν Ἐκκλησιῶν ἐκχέαντος, τὴν βουλὴν γεγενῆσθαι; Ὅθεν καὶ αὐτοὶ καλῶς εἰκάσατε τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν καὶ συλλειτουργὸν Ποιμένιον κατὰ Θεὸν κεκινῆσθαι, ὃς καὶ ἐπέστη ὑμῖν ἐν καιρῷ καὶ ἦλθεν ἐπὶ τὸν