οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
συνῆψεν· ἀλλ' αὐτόχρημα γέγονεν ἄνθρωπος παραδόξως ὑπὲρ νοῦν, καὶ γέγονεν ἐν δού λου μορφῇ, καθεὶς ἑαυτὸν εἰς κένωσιν ὁ πάντα πλη ρῶν, καὶ εἰς τὴν ἡμῶν ταπείνωσιν ὁ ὑπέρτατος, καὶ ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις ὁ ὑπεράνω πά σης Ἀρχῆς, Κυριότητός τε καὶ Θρόνων καὶ Ἐξουσιῶν, καὶ παντὸς ὀνόματος ὀνομαζομένου. Μὴ τοίνυν ἐγκά λει, λέγων· "∆ιατί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;" ἀλλ' ἔκ γε τῶν ἐναντίων ἐξαίσιον δέχου τὸ θαῦμα, καὶ τὸ τῆς οἰκονομίας εὐτεχνὲς ταῖς εἰς λῆξιν εὐφημίαις κατακροτεῖ, λέγων· Πῶς δὴ ἄρα, Θεὸς ὢν φύσει, γέγονας ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός; Τότε γὰρ ἦν εὑρεῖν τὸν προφήτην Ἀββακοὺμ τοὺς ἐπὶ τῷδε τῷ θαύματι μερισάμενον λόγους, καὶ δὴ καὶ βοῶντα· "Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην. Κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην." Ἴσθι δὴ οὖν, ὅτι κἂν ἄνθρωπον βλέπῃς ἐν πτωχείᾳ τῇ κατὰ σὲ, διὰ σὲ, ἀλλ' οὖν ἔστι καὶ οὕτω Θεὸς, γεννηθεὶς μὲν ἐκ Πατρὸς θεϊκῶς, ἐκ δέ γε τῆς ἁγίας Παρθένου κατὰ τὴν σάρκα, ξένως τε καὶ παραδόξως. Ἔδει γὰρ αὐτοῦ καὶ τὴν κατὰ σάρκα γέννησιν ὁρᾶσθαι καινοπρεπῆ. Οὐκοῦν καλοῦντα πρὸς σωτηρίαν, λίθοις ἔβαλλον ψόγοις τε καὶ λοιδορίαις τῶν ἀπίστων τινές. Καὶ προσέτι τούτοις πᾶσαν ὥσ περ ἀνέντες ἡνίαν τῷ θράσει καὶ τοῖς κατ' αὐτοῦ τολμήμασι, καὶ εἰς λῆξιν τοῦ παντὸς ἰόντες κακοῦ, τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Ἐξήρτυον δὲ τὴν πάγην οἱ τῶν Ἰουδαϊκῶν ταγμάτων καθηγηταί. Ὤοντο γὰρ ὅτι, βαλόντες ἐκ μέσου τὸν κληρονόμον, κατάρξουσιν ἔτι τῆς συναγωγῆς αὐτοί. Ἀλλ' ἐσφάλ λοντο τ' ἀληθοῦς, καὶ συμβέβηκεν αὐτοῖς τὰ τῆς ἐλ πίδος ἐξ ἀντιστρόφου. Κακοὶ γὰρ κακῶς ἀπολώ λασιν, ἀδικήσαντες μὲν οὐδὲν τὸν σταυρούμενον. Ἀνεβίω γὰρ οὐκ εἰς μακρὰν, τοῖς τοῦ θανάτου δε σμοῖς ἐῤῥῶσθαι φράσας, καὶ τοῖς κάτω πνεύμασιν ἀναπετάσας τὰς ᾅδου πύλας, ἀναμορφώσας δὲ καὶ τὴν ἀνθρώπου φύσιν ἐν ἑαυτῷ καὶ πρώτῳ, εἰς ἀφθαρσίαν καὶ εἰς μακραίωνα βίον. Ὥσπερ γὰρ ἀπέθανε μὲν ἐν Ἀδὰμ, τῆς ἐπ' ἐκείνῳ δίκης εἰς ἅπαν τὸ ἐξ αὐτοῦ δραμούσης γένος· οὕτως ἐζήσαμεν ἐν Χριστῷ. Ῥίζα γὰρ ὢν δευτέρα τῆς ἀνθρωπότητος, καὶ δεύτερος Ἀδὰμ, παραπέμψει τὴν ἑαυτοῦ ζωὴν εἰς πάντας ἀνθρώπους. Καὶ γὰρ ὥσπερ ἐν Ἀδὰμ ἡ 77.941 φύσις ἦν, ἡ παθοῦσα τὴν ἀρὰν καὶ τὴν τοῦ θανάτου δίκην, οὕτω πάλιν ἐν Χριστῷ ἡ ἀνθρώπου φύσις ἐστὶν, ἡ εὐλογηθεῖσα παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, δι' αὐτοῦ καὶ θανάτου κρείττων ἀποπεφασμένη. Πέπονθε τοίνυν ἑκὼν σαρκὶ τῇ ἰδίᾳ, καὶ μεμένηκεν ἀπαθὴς τῇ ἰδίᾳ φύσει. Αὐτοῦ δέ φαμεν εἶναι τὸ παθεῖν. Τὸ γὰρ ἴδιον αὐτοῦ πέπονθε σῶμα, ἵν' ἡμᾶς ἐξαγάγῃ σοῦ παθεῖν. "Τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθη μεν," κατὰ τὸ γεγραμμένον. Πατήσας δὲ τοῦ θα νάτου τὸ κράτος, καὶ κατορθώσας τῷ κόσμῳ τὴν ζωὴν, καὶ τὸ τῆς ἁμαρτίας παραλύσας κράτος, καὶ καθελὼν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ τὰς ἐν αὐτῷ πονηρὰς δυνάμεις, ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, καὶ τοῖς ὑπερτάτοις ἐμ πρέπει θρόνοις, εἰς τὴν ἔμφυτον αὐτοῦ καὶ ἀεὶ προσ οῦσαν δόξαν ἀναδραμὼν, ἥξει τε κατὰ καιρούς· ἵνα κρίνῃ ζῶντας καὶ νεκρούς, "Ἀποδώσει γὰρ ἑκάστῳ κατὰ τὰ ἕργα αὐτοῦ." εʹ. Ὡς οὖν στησόμενοι κατὰ καιροὺς ἐπὶ τοῦ θείου βήματος, ἔνθα τῶν ἑκάστῳ βεβιωμένων ἀκριβὴς ἕσται βάσανος, "καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελέσωμεν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ," προσεπάγοντες τούτῳ τὸν περὶ τοὺς δεομένους ἔλεον, τὴν εἰς ἀδελφοὺς ἀγάπην, καὶ ἁπαξαπλῶς πάντα τρόπον καυχημάτων ἁγιοπρεπῶν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακο στῆς ἀπὸ δεκάτης τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδο μάδος τοῦ ἁγίου καὶ σωτηριώδους Πάσχα ἀπὸ πεντεκαιδεκάτης τοῦ Φαρμουθὶ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μη νὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὴν εὐαγγελικὴν παρά δοσιν· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ μιᾷ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συν άπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς· ἵνα καὶ τοῦτον τὸν καιρὸν, καθάπερ εἰκόνα τινὰ τῆς τῶν ἁγίων ἐν οὐρανοῖς ἀναπαύλης λογιζόμενοι, τῆς αὐτῶν ἀξιωθῶμεν