186
τρόπον τοῦτον τῆς παραμυθίας. Οὗ ἐγὼ οὐχὶ τὴν εὕρεσιν μόνον τοῦ συμφέρον τος ἐπαινῶ, ἀλλὰ καὶ τὸ τῆς γνώμης γενναῖον θαυμάζω, ὅτι μὴ εἰς ὑπερθέσεις ἀγαγὼν τὸ πρᾶγμα ἐξέλυσε μὲν τὴν σπουδὴν τῶν ἐπιζητούντων, ἔδωκε δὲ καιρὸν φυλακῆς τοῖς ἀντιποιουμένοις, ἐπήγειρε δὲ τὰς ἐπιβουλὰς τῶν ἐφεδρευ όντων, ἀλλ' εὐθὺς τῷ καλῷ βουλεύματι τὸ τέλος ἐπήγαγεν. Ὃν πανέστιον φυλάξειεν ὁ Κύριος τῇ ἑαυτοῦ χάριτι, ὥστε τὴν Ἐκκλησίαν ὁμοίαν ἑαυτῇ διαμεῖναι ἐν τῇ ὁμοτίμῳ τοῦ προλαβόντος διαδοχῇ, καὶ μὴ δοῦναι χώραν τῷ Πονηρῷ ὃς νῦν, εἴπερ ποτέ, τῇ καταστάσει τῶν Ἐκκλησιῶν δυσχεραίνει. 229.2 Τοὺς δὲ ἐν Κολωνείᾳ ἀδελφοὺς πολλὰ μὲν καὶ ἡμεῖς παρεκαλέσαμεν διὰ γραμμάτων, καὶ ὑμεῖς δὲ ἀποδέχεσθαι αὐτῶν ὀφείλετε τὴν διάθεσιν μᾶλλον ἢ παροξύνειν αὐτοὺς ὡς διὰ σμικρότητα παροφθέντας, μηδὲ τῇ καταφρονήσει προάγειν αὐτοὺς εἰς φιλονεικίαν. ∆ιότι πεφύκασί πως οἱ φιλονεικοῦντες ἀβουλότεροι γίνεσθαι καὶ πολλὰ τῶν ἰδίων κακῶς διατίθεσθαι, ὑπὲρ τοῦ λυπῆσαι τοὺς ἐναντιουμένους. Οὐδεὶς δὲ οὕτω μικρὸς ὡς μὴ δύνασθαι νῦν κακῶν μεγάλων ἀφορμὴν παρασχεῖν τοῖς ἐθέλουσιν ἀφορμήν. Καὶ τοῦτο οὐ στοχαζόμενοι λέγομεν, ἀλλὰ πείρᾳ κακῶν οἰκείων δεδιδαγ μένοι, ἃ παραγάγοι ὁ Θεὸς ταῖς ὑμετέραις προσευχαῖς. Συνεύξασθε δὲ καὶ ἡμῖν τὴν εὐοδίαν, ἵνα παραγενόμενοι ὁρμισθῶμεν ὑμῖν ἐπὶ τῷ παρόντι ποιμένι καὶ συμπαρακλη θῶμεν ἐπὶ τῇ ἀναχωρήσει τοῦ κοινοῦ πατρὸς ἡμῶν.
230.τ ΠΟΛΙΤΕΥΟΜΕΝΟΙΣ ΝΙΚΟΠΟΛΕΩΣ
230.1 Αἱ περὶ τὰς Ἐκκλησίας οἰκονομίαι γίνονται μὲν παρὰ τῶν
πεπιστευμένων τὴν προστασίαν αὐτῶν, βεβαιοῦνται δὲ παρὰ τῶν λαῶν. Ὥστε ὃ μὲν ἦν ἐπὶ τοῖς θεοφιλεστάτοις ἐπισκό ποις πεπλήρωται· τὸ δὲ λειπόμενον ἤδη πρὸς ὑμᾶς βλέπει, ἐὰν καταξιώσητε ἐκθύμως περιέχεσθαι τοῦ δεδομένου ὑμῖν ἐπισκόπου καὶ τὰς παρὰ τῶν ἔξωθεν πείρας ἰσχυρῶς ἀπο κρούεσθαι. Οὐδὲν γὰρ οὕτω δυσωπεῖ οὔτε ἄρχοντας οὔτε τοὺς λοιπούς, ὅσοι βασκαίνουσιν ὑμῶν τῇ εἰρηνικῇ κατασ τάσει, ὡς τὸ σύμφωνον περὶ τὴν τοῦ δεδομένου ἀγάπην καὶ τὸ ἰσχυρὸν τῆς ἐνστάσεως. Ἀπόγνωσιν γὰρ ἐμποιεῖ αὐτοῖς πάσης ἐπιχειρήσεως πονηρᾶς, ἐὰν ἴδωσι μήτε κλῆρον μήτε λαὸν τὰς αὐτῶν ἐπινοίας παραδεχόμενον. Ἣν οὖν γνώμην ἔχετε περὶ τοῦ καλοῦ, ταύτην κοινὴν ποιήσασθε τῆς πόλεως· καὶ τοῖς δήμοις καὶ πᾶσι τοῖς οἰκοῦσι τὴν χώραν διαλέχθητε τὰ πρέποντα ἐπιρρώσοντες αὐτῶν τὰς καλὰς προαιρέσεις, ὥστε διαβοηθῆναι παρὰ πᾶσι τὸ γνήσιον ὑμῶν τῆς εἰς Θεὸν ἀγάπης. Ἐὰν δὲ καταξιωθῶμεν καὶ αὐτοί ποτε παραγενέσ θαι καὶ ἐπισκέψασθαι τὴν Ἐκκλησίαν τὴν τροφὸν τῆς εὐσεβείας, ὡς μητρόπολιν τῆς ὀρθοδοξίας τιμῶμεν, διὰ τὸ ἐκ παλαιοῦ ὑπὸ τιμιωτάτων ἀνδρῶν καὶ ἐκλεκτῶν τοῦ Θεοῦ οἰκονομεῖσθαι αὐτὴν ἀντεχομένων τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ὧν ἄξιον εἶναι τὸν νῦν ἀναφανέντα καὶ ὑμεῖς ἐδοκιμάσατε καὶ ἡμεῖς συνεθέμεθα. Μόνον φυλαχθείητε παρὰ τῆς χάριτος τοῦ Θεοῦ παραλύοντες μὲν τὰ πονηρὰ βουλεύματα τῶν ἐχθρῶν, ἰσχὺν δὲ καὶ εὐτονίαν πρὸς φυλα κὴν τῶν καλῶς δεδομένων ταῖς ψυχαῖς ὑμῶν ἐμποιοῦντες.
231.τ ΑΜΦΙΛΟΧΙΩ ΕΠΙΣΚΟΠΩ ΙΚΟΝΙΟΥ
231.1 Ὀλίγας εὑρίσκω τοῦ γράφειν πρὸς τὴν θεοσέβειάν σου τὰς ἀφορμάς,
καὶ λυπεῖ με τοῦτο οὐ μικρῶς. Ὅμοιον γάρ, ὥσπερ ἂν εἰ καὶ ἐξὸν πολλάκις ὁρᾶν σε καὶ ἀπολαύειν σου, ὀλιγάκις ἐποίουν τοῦτο. Ἀλλ' οὐκ ἔξεστί μοι γράφειν, δι' ἀπορίαν τῶν ἐντεῦθεν πρὸς ὑμᾶς ἀφικνουμένων· ἐπεὶ οὐδὲν ἐκώλυεν οἱονεὶ ἐφημερίδα τοῦ ἐμοῦ βίου τὰ γράμματα εἶναι, τὰ καθ' ἑκάστην ἡμέραν συμπίπτοντα