188
τὸ κατ' εἰκόνα τοῦ κτίσαντος, καὶ καλὸν τοῦ νοῦ ἡ ἐνέργεια, καὶ ὅτι, ἀεικί νητος ὢν οὗτος, πολλάκις μὲν φαντασιοῦται περὶ τῶν οὐκ ὄντων ὡς ὄντων, πολλάκις δὲ εὐθυβόλως ἐπὶ τὴν ἀλήθειαν φέρεται. Ἀλλ' ἐπειδὴ τούτῳ διτταὶ δυνάμεις παραπεφύ κασι κατά τε τὴν ἡμετέραν τῶν εἰς Θεὸν πεπιστευκότων ὑπόληψιν, ἡ μὲν πονηρὰ ἡ τῶν δαιμόνων πρὸς τὴν ἰδίαν ἀποστασίαν ἡμᾶς συνεφελκομένη, ἡ δὲ θειοτέρα καὶ ἀγαθὴ πρὸς τὴν Θεοῦ ὁμοίωσιν ἡμᾶς ἀνάγουσα, ὅταν μὲν ἐφ' ἑαυτοῦ μένῃ ὁ νοῦς, μικρὰ καθορᾷ καὶ τὰ ἑαυτῷ σύμμετρα, ὅταν δὲ τοῖς ἀπατῶσιν ἑαυτὸν ἐπιδῷ ἀφανίσας τὸ οἰκεῖον κριτήριον, φαντασίαις σύνεστιν ἀλλοκότοις. Τότε καὶ τὸ ξύλον οὐχὶ ξύλον εἶναι νομίζει, ἀλλὰ Θεόν, καὶ χρυσὸν οὐχὶ χρήματα εἶναι κρίνει, ἀλλὰ σεβάσματα. Ἐὰν δὲ πρὸς τὴν θειοτέραν ἀπονεύσῃ μερίδα καὶ τὰς τοῦ Πνεύματος ὑποδέ ξηται χάριτας, τότε γίνεται τῶν θειοτέρων καταληπτικός, ὅσον αὐτοῦ τῇ φύσει σύμμετρον. Τρεῖς οὖν εἰσιν οἱονεὶ βίων καταστάσεις, καὶ ἰσάριθμοι τούτοις αἱ τοῦ νοῦ ἡμῶν ἐνέρ γειαι. Ἢ γὰρ πονηρὰ ἡμῶν τὰ ἐπιτηδεύματα, καὶ πονηρὰ ἡμῶν δηλονότι τὰ τοῦ νοῦ κινήματα· οἷον μοιχεῖαι, κλοπαί, εἰδωλολατρεῖαι, συκοφαντίαι, ἔριδες, θυμοί, ἐριθεῖαι, φυσιώ σεις, καὶ ὅσα ἐν τοῖς ἔργοις τῆς σαρκὸς ὁ ἀπόστολος Παῦ λος ἀπηριθμήσατο. Ἢ μέση τίς ἐστι τῆς ψυχῆς ἡ ἐνέργεια, οὔτε κατεγνωσμένον τι ἔχουσα οὔτε ἐπαινετόν· ὡς ἡ τῶν βαναύσων τούτων τεχνῶν ἀνάληψις ἃς δὴ καὶ μέσας προσ αγορεύομεν, οὐδὲν τῷ ἑαυτῶν λόγῳ πρὸς ἀρετὴν ἢ κακίαν ἀποκλινούσας. Ποία γὰρ κακία κυβερνητικῆς ἢ ἰατρικῆς; Οὐ μέντοιγε οὐδὲ ἀρεταὶ αὐταὶ καθ' ἑαυτάς, ἀλλ' ἐκ τῆς τῶν κεχρημένων προαιρέσεως πρὸς τὴν τοῦ ἑτέρου τῶν ἀντικειμένων ἀποκλίνουσι μοῖραν. Ὁ μέντοι τῇ θεότητι τοῦ Πνεύματος ἀνακραθεὶς νοῦς, οὗτος ἤδη τῶν μεγάλων ἐστὶ θεωρημάτων ἐποπτικὸς καὶ καθορᾷ τὰ θεῖα κάλλη, τοσοῦτον μέντοι ὅσον ἡ χάρις ἐνδίδωσι καὶ ἡ κατασκευὴ αὐτοῦ ὑπο δέχεται. 233.2 Ὥστε ἀφέντες ἐκείνας τὰς διαλεκτικὰς ἐρωτήσεις, μὴ κακεντρεχῶς, ἀλλ' εὐλαβῶς ἐξεταζέτωσαν τὴν ἀλήθειαν. ∆έδοται ἡμῖν τὸ τοῦ νοῦ κριτήριον εἰς τὴν τῆς ἀληθείας σύνεσιν. Ἔστι δὲ ἡ αὐτοαλήθεια ὁ Θεὸς ἡμῶν. Ὥστε προηγούμενόν ἐστι τῷ νῷ τὸν Θεὸν ἡμῶν ἐπιγινώσκειν· ἐπιγινώσκειν δὲ οὕτως ὡς δυνατὸν γνωρίζεσθαι τὸν ἀπει ρομεγέθη ὑπὸ τοῦ μικροτάτου. Οὐδὲ γὰρ ἐπειδὴ ὀφθαλμοὶ εἰς κατανόησιν τῶν ὁρατῶν εἰσι τεταγμένοι, ἤδη πάντα τὰ ὁρατὰ ὑπὸ τὴν ὄψιν ἄγεται. Οὐδὲ γὰρ τὸ ἡμισφαίριον τοῦ οὐρανοῦ ἐν μιᾷ ῥοπῇ καθορᾶται, ἀλλὰ φαντασία μὲν ὄψεως ἡμᾶς περιίσταται, κατὰ δὲ τὴν ἀλήθειαν πολλά, ἵνα μὴ πάντα εἴπω, ἔστιν ἐν αὐτῷ τὰ ἀγνοούμενα· ἀστέρων φύσις, μεγέθη τούτων, διαστήματα, κινήσεις, συνδρομαί, ἀποστά σεις, αἱ λοιπαὶ σχέσεις, αὐτὴ ἡ οὐσία τοῦ στερεώματος, τὸ βάθος τὸ ἀπὸ τῆς κοίλης περιφερείας ἐπὶ τὴν κυρτὴν ἐπι φάνειαν. Ἀλλ' ὅμως οὐκ ἂν εἴποιμεν ἀόρατον εἶναι τὸν οὐρανὸν διὰ τὰ ἀγνοούμενα, ἀλλ' ὁρατὸν διὰ τὴν μετρίαν αὐτοῦ κατανόησιν. Οὕτω δὴ καὶ περὶ Θεοῦ. Εἰ μὲν βεβλαμ μένος ἐστὶν ὑπὸ δαιμόνων ὁ νοῦς, εἰδωλολατρήσει ἢ πρὸς ἄλλο τι εἶδος ἀσεβείας παρατραπήσεται. Εἰ δὲ τῇ τοῦ Πνεύματος ἑαυτὸν ἐπιδέδωκε βοηθείᾳ, τὴν ἀλήθειαν γνωρί σει καὶ Θεὸν ἐπιγνώσεται. Ἐπιγνώσεται δέ, ὡς ὁ Ἀπόστολος εἶπεν, ἐκ μέρους· ἐν δὲ τῇ μετὰ ταῦτα ζωῇ, τελεώτερον· «Ὅταν γὰρ ἔλθῃ τὸ τελειότερον, τὸ ἐκ μέρους καταργηθή σεται». Ὥστε καὶ καλὸν τοῦ νοῦ τὸ κριτήριον καὶ πρὸς εὔχρηστον τέλος, τὴν Θεοῦ κατανόησιν, δεδομένον, ἐνερ γοῦν μέντοι τοσοῦτον ὅσον αὐτῷ χωρητόν.
234.τ ΤΩ ΑΥΤΩ ΠΡΟΣ ΑΛΛΟ ΕΡΩΤΗΜΑ
234.1 Ὃ οἶδας σέβεις, ἢ ὃ ἀγνοεῖς; Ἐὰν ἀποκρινώμεθα ὅτι ὃ οἴδαμεν τοῦτο
προσκυνοῦμεν, ταχεῖα παρ' αὐτῶν ἡ ἀπάν τησις· τί ἡ οὐσία τοῦ προσκυνουμένου; Ἐὰν δὲ ἀγνοεῖν ὁμολογήσωμεν τὴν οὐσίαν, πάλιν ἡμῖν περιτρέψαντες λέγου σιν ὅτι