οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
μηδε νὸς ἄξια παρά τε τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐ τοῦ, καὶ οὐκ ἔξω τοῦ χρῆναι τῆς παρ' αὐτῶν ὠμό τητος εἰς πεῖραν ἐλθεῖν. Ἐπιφυέται γὰρ ἁγίῳ παντὶ, καὶ τοῖς εὐανδρίαν ἔχουσι τὴν πνευματικὴν ἀγρίως ἐπιπηδᾷ· ἀστοχεῖ δὲ βάλλων ὁ δείλαιος· πάν τα γὰρ ἔξω φέρεται σκοποῦ τῆς ἐνούσης αὐτῷ δυσ τροπίας τὰ εὑρέματα. Ὅτι δὲ τὸ ἄρσεν πνευματι κῶς, οὐ μετρίως αὐτῷ προσκέκρουκε, καὶ λυπεῖ λίαν εὐδοκιμοῦν, ἐκ τῆς τοῦ πανσόφου Μωσέως εἰσό μεθα συγγραφῆς. Ἐπεβούλευε μὲν γὰρ ὁ ἀπόπλη κτος Φαραὼ τοῖς ἐξ αἵματος Ἰσραήλ. Ἐπειδὴ δὲ καὶ ἡ πληθὺς αὐτοῖς τοῦ γένους πέρα λοιπὸν ἀριθμοῦ παντὸς ἐξετείνετο, κατεδήχθη μὲν ἐπ' αὐτῷ δὴ τού τῳ, καὶ μάλα πικρῶς. Προσκαλεσάμενος δὲ, φησὶ, τὰς μαίας τῶν Ἑβραίων, ἐνετείλατο λέγων· "Πᾶν ἄρσεν ὃ ἐὰν τεχθῇ τοῖς Ἑβραίοις, εἰς τὸν ποταμὸν ῥίψατε, καὶ πᾶν θῆλυ, ζωογονεῖτε αὐτό." Περιτι θέντες δὲ πάλιν τὸ τοῦ Φαραὼ πρόσωπον τῇ θεομάχῳ τε καὶ ἀντικειμένῃ δυνάμει, τουτέστι, τῷ Σατανᾷ, φαμὲν, ὅτι τὸ εὐσθενὲς αὐτῷ καὶ πρός γε τούτῳ τὸ ἕμφρον μεμίσηται γένος, καὶ ἔστι πολεμιώτατον. Οὐ γὰρ ἂν ἀνάσχοιτο τῶν αὐτοῦ ζυγὸν, οὐδὲ μὴν ὑφ ήσει τὸν αὐχένα τοῖς ἀνοσίοις αὐτοῦ βουλεύμασιν. Ἀντ ανίσταται δὲ καὶ ἀντεξάγει νεανικῶς, παντευχίαν ἔχον τὴν νοητὴν, καὶ σπουδάσμασι τοῖς εἰς ἀρετὴν, τὴν οἰκείαν ἀεὶ καταφαιδρύνον ζωήν. Τὸ δέ γε θῆλυ, μαλθακὸν, ὡς ἔφην, ἐστὶν, ἄσοφόν τε καὶ ἀδρανές. καὶ ἀπειροπόλεμον, καὶ παρειμένας ἔχον τὰς χεῖρας, καὶ τοξεύειν οὐκ εἰδὸς, καὶ τοῖς ὅπλοις τῆς δικαιο σύνης ἐναρμόσασθαι μὴ δυνάμενον. Τοῦτο φιλεῖ καὶ προσίεται, καὶ αὐτῷ προσνένευκεν ὄλως· τιμᾷ γὰρ, ὡς ἔφην, τὸ ἄνανδρον καὶ ἀφιλόμαχον γένος. Οὐκοῦν, 77.949 καθά φησιν ὁ θεσπέσιος Μελῳδὸς, "Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον." Τίνα δὲ τρόπον καὶ τοῦτο κατορθώ σωμεν, διαδείξει λέγων ὁ Χριστοῦ μαθητής· "∆ιὸ ἀναζωσάμενοι τὰς ὀσφύας ὑμῶν τῆς διανοίας, νήφον τες τελείως, ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις· ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον, καὶ ὑμεῖς ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε· γέγραπται γὰρ, ὅτι Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος." Οὐ γάρ ἐστι τῶν ἐνδεχομένων, ῥυπῶντας καὶ μεμο λυσμένους, ἐγγὺς γενέσθαι τοῦ πανάγνου Θεοῦ. "Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;" κατὰ τὸ γεγραμ μένον. δʹ. Ἔχεις εἰκόνα τοῦ πράγματος τὸν ἱεροφάντην Μωσῆν. Ἐν γάρ τοι τῷ ὄρει Χωρὴβ προβάτων ἀγέλας διαποιμαίνοντι πῦρ ἀπαστράπτον ἐν βάτῳ παραδόξως διεφαίνετο, καὶ κατεβόσκετο μὲν τὸν θάμνον ἡ φλὸξ, ἀδικοῦσα δὲ ὅλως οὐδὲν (κατεπίμπρη γὰρ οὐδαμῶς), μέγα καὶ ἐξαίσιον ἐποίει τὸ θαῦμα· προσῄει δὴ οὖν, τί τὸ χρῆμα τοῦ παραδόξου θεάμα τος, πολυπραγμονῶν ὁ Μωσῆς. Ἦν δὲ ἄρα Θεὸς ἐν εἴδει πυρὸς ἐνιζήσας τῷ βάτῳ. Εἶτά φησι τὸ Γράμ μα τὸ ἱερὸν, ὅτι ἐκάλεσε Κύριος ἐκ τοῦ βάτου τὸν ἄνθρωπον, λέγων· "Μωσῆ, Μωσῆ, μὴ ἐγγίσῃς ὧδε, λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί." Φαίη δ' ἂν πρὸς τοῦτο, οἶμαι, τίς· Ὁποῖος γὰρ ἂν μολυσμοῦ νοηθείη τρόπος τὸ ὑποδεδέσθαι τοὺς πόδας; ἢ πῶς ἀκάθαρ τος ὁ Μωσῆς σανδάλων ἕνεκα καὶ δερμάτων; Τί οὖν ἄρα πρὸς τοῦτό φαμεν; Ῥύπος μὲν οὐδεὶς ἀνθρώπων ψυχαῖς ἐγγένοιτο ἂν ἐξ ὑποδημάτων. Ἐπειδὴ δὲ ἦν ἐν Αἰγύπτῳ Μωσῆς, νενόμιστο δὲ παρὰ τοῖς αὐ τόχθοσι τὸ μὴ χρῆναί τινας τοῖς τῶν εἰδώλων τεμέ νεσιν ἀπερισκέπτως ἐπιφοιτᾷν ἐνηρμοσμένων αὐτοῖς τῶν ὑποδημάτων, ἃ καὶ ζώων εἰσί τε, καὶ μολυσμὸς τὸ χρῆμα, καὶ ἕτερον οὐδὲν ἦν παρ' ἐκείνοις, ταύτῃ τοι καὶ ὁ τῶν ὅλων Θεὸς ἀπροφάσιστον ἑαυτὸν ἀπο φαίνων τοῖς οὔπω κεκαθαρμένοις, ὡς ἀπό γε τῆς κατ' Αἴγυπτον συνηθείας, εἰς πνευματικὴν ἀποκά θαρσιν τὸν ἱερὸν ἐκάλει Μωσέα, λέγων· "Λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἔστηκας, γῆ ἁγία ἐστί." Χρῆναι γὰρ οὕτω γέ φημι τοὺς τῷ παναγίῳ Θεῷ λατρεύοντας, νεκρῶν ἔργων ἀποφοιτᾷν, οὔτε τε τῶν εἰς φθορὰν καὶ βεβήλωσιν ἐπιτηδευμάτων ἀπηλλαγμένους ἐγγίζειν αὐτῷ, κατ' οἰκειότητα δέ φημι