1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

189

οὐκοῦν ὃ οὐκ οἴδατε προσκυνεῖτε. Ἡμεῖς δὲ λέγομεν ὅτι τὸ εἰδέναι πολύσημον. Καὶ γὰρ τὴν μεγαλειότητα τοῦ Θεοῦ εἰδέναι λέγομεν καὶ τὴν δύναμιν καὶ τὴν σοφίαν καὶ τὴν ἀγαθότητα καὶ τὴν πρόνοιαν ᾗ ἐπιμελεῖται ἡμῶν καὶ τὸ δίκαιον αὐτοῦ τῆς κρίσεως, οὐκ αὐτὴν τὴν οὐσίαν. Ὥστε ἐπηρεαστικὴ ἡ ἐρώτησις. Οὐ γὰρ ὁ τὴν οὐσίαν μὴ φάσκων εἰδέναι ὡμολόγησε τὸν Θεὸν μὴ ἐπίστασθαι, ἐκ πολλῶν ὧν ἀπηριθμησάμεθα συναγομένης ἡμῖν τῆς περὶ Θεοῦ ἐννοίας. Ἀλλ' ἁπλοῦς, φησίν, ὁ Θεός, καὶ πᾶν ὅπερ ἂν αὐτοῦ ἀπα ριθμήσῃ γνωστὸν τῆς οὐσίας ἐστί. Τοῦτο δὲ σόφισμά ἐστι μυρίας τὰς ἀτοπίας ἔχον. Τοσούτων τῶν ἀπηριθμημένων ὄντων, πότερον ταῦτα πάντα μιᾶς οὐσίας ὀνόματα; Καὶ ἰσοδυναμεῖ ἀλλήλοις τὸ φοβερὸν αὐτοῦ καὶ τὸ φιλάνθρωπον καὶ τὸ δίκαιον καὶ τὸ δημιουργικόν, τὸ προγνωστικὸν καὶ τὸ ἀνταποδοτικόν, τὸ μεγαλεῖον καὶ τὸ προνοητικόν, ἢ καὶ ὅπερ ἂν τούτων εἴπωμεν, τὴν οὐσίαν δηλοῦμεν; Εἴπερ γὰρ τοῦτο λέγουσι, μὴ ἐρωτάτωσαν εἰ τὴν οὐσίαν οἴδαμεν τοῦ Θεοῦ, ἀλλὰ πυνθανέσθωσαν ἡμῶν εἰ φοβερὸν οἴδαμεν τὸν Θεὸν ἢ εἰ δίκαιον ἢ εἰ φιλάνθρωπον; Ταῦτα ὁμολογοῦμεν εἰδέναι. Εἰ δὲ ἄλλο τι λέγουσι τὴν οὐσίαν, μὴ παραλογιζέσ θωσαν ἡμᾶς διὰ τῆς ἁπλότητος. Αὐτοὶ γὰρ ὡμολόγησαν ἄλλο καὶ ἄλλο εἶναι τήν τε οὐσίαν καὶ τῶν ἀπηριθμημένων ἕκαστον. Ἀλλ' αἱ μὲν ἐνέργειαι ποικίλαι, ἡ δὲ οὐσία ἁπλῆ. Ἡμεῖς δὲ ἐκ μὲν τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν Θεὸν ἡμῶν, τῇ δὲ οὐσίᾳ αὐτῇ προσεγγίζειν οὐχ ὑπισχνού μεθα. Αἱ μὲν γὰρ ἐνέργειαι αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος. 234.2 Ἀλλ' εἰ τὴν οὐσίαν, φησίν, ἀγνοεῖς, αὐτὸν ἀγνοεῖς. Σὺ δὲ ἀντίστρεψον· ὅτι, εἰ τὴν οὐσίαν λέγεις εἰδέναι, αὐτὸν οὐκ ἐπίστασαι. Οὔτε γὰρ ὁ λυσσόδηκτος βλέπων τὸν κύνα ἐν τῇ φιάλῃ πλεῖον ὁρᾷ τῶν ὑγιαινόντων, ἀλλὰ διὰ τοῦτο ἐλεεινός, ὅτι οἴεται βλέπειν ἃ μὴ ὁρᾷ. Μὴ οὖν θαυμάσῃς τοῦτον τῆς ἐπαγγελίας, ἀλλὰ τῆς παρανοίας αὐτὸν ἐλεεινὸν κρῖνον. Γίνωσκε τοίνυν ὅτι παιζόντων ἐστὶν ἡ φωνή· εἰ τὴν οὐσίαν τοῦ Θεοῦ ἀγνοεῖς, ὃ μὴ γινώσκεις σέβεις. Ἐγὼ δὲ ὅτι μὲν ἔστιν οἶδα, τί δὲ ἡ οὐσία ὑπὲρ διάνοιαν τίθεμαι. Πῶς οὖν σώζομαι; ∆ιὰ τῆς πίστεως. Πίστις δὲ αὐτάρκης εἰδέναι ὅτι ἐστὶν ὁ Θεός, οὐχὶ τί ἐστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. Εἴδησις ἄρα τῆς θείας οὐσίας ἡ αἴσθησις αὐτοῦ τῆς ἀκαταληψίας, καὶ σεπτὸν οὐ τὸ καταληφθὲν τίς ἡ οὐσία, ἀλλ' ὅτι ἐστὶν ἡ οὐσία. 234.3 Καὶ ἀντερωτάσθωσαν οὕτω. Θεὸν οὐδεὶς ἑώρακε πώ ποτε· ὁ Μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, οὗτος ἐξηγήσατο. Τί ἐξηγήσατο τοῦ Πατρὸς ὁ Μονογενής; Τὴν οὐσίαν ἢ τὴν δύναμιν; Εἰ τὴν δύναμιν, ὅσον ἐξηγή σατο ἡμῖν, τοσοῦτον γνωρίζομεν. Εἰ τὴν οὐσίαν, εἰπέ, ποῦ εἶπεν αὐτοῦ τὴν ἀγεννησίαν οὐσίαν; Ἀβραὰμ πότε προσ εκύνησεν; Οὐχ ὅτε ἐπίστευσε; Πότε δὲ ἐπίστευσεν; Οὐχ ὅτε ἐκλήθη; Ποῦ οὖν ἐνταῦθα ἡ κατάληψις αὐτῷ ἐμαρτυ ρήθη παρὰ τῆς Γραφῆς; Οἱ μαθηταὶ δὲ αὐτὸν πότε προσε κύνησαν; Οὐχ ὅτε τὴν κτίσιν αὐτῷ εἶδον ὑποτεταγμένην; Ἀπὸ γὰρ θαλάσσης καὶ ἀνέμων ὑπακουσάντων αὐτῷ ἐγνώ ρισαν αὐτοῦ τὴν θεότητα. Οὐκοῦν ἀπὸ μὲν τῶν ἐνεργειῶν ἡ γνῶσις, ἀπὸ δὲ τῆς γνώσεως ἡ προσκύνησις. Πιστεύεις ὅτι δύναμαι τοῦτο ποιῆσαι; «Πιστεύω, Κύριε, καὶ προσεκύ νησεν αὐτῷ». Οὕτως ἡ μὲν προσκύνησις τῇ πίστει ἀκολου θεῖ, ἡ δὲ πίστις ἀπὸ δυνάμεως βεβαιοῦται. Εἰ δὲ λέγεις τὸν πιστεύοντα καὶ γινώσκειν, ἀφ' ὧν πιστεύει ἀπὸ τούτων καὶ γινώσκει· ἢ καὶ ἀνάπαλιν ἀφ' ὧν γινώσκει ἀπὸ τούτων καὶ πιστεύει. Γινώσκομεν δὲ ἐκ τῆς δυνάμεως τὸν Θεόν. Ὥστε πιστεύομεν μὲν τῷ γνωσθέντι, προσκυνοῦμεν δὲ τῷ πιστευ θέντι.

235.τ ΤΩ ΑΥΤΩ ΠΡΟΣ ΑΛΛΟ ΕΡΩΤΗΜΑ