Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
Πατρὸς ἅγιόν ἐστι τὸ Πνεῦμα, ἀλλὰ φύσει καὶ οὐσιω δῶς ἐξ αὐτοῦ. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Ἁγιαστικὸν εἶναι, φασὶ, τὸ Πνεῦμα, καὶ αὐτοὶ συνομολογήσομεν, οὐκ αὐτὸ καθ' ἑαυτὸ φύσει τοιοῦτον ὑπάρχον, ἀλλ' ὥσπερ τι σκεῦος ἐκ σιδήρου τυχὸν ἢ καὶ ἑτέρας τινὸς ὕλης, τῆς ἐκ πυρὸς μετίσχον θερμότητος τὰ πυρὸς ἐργάζεται· οὕτω καὶ αὐτὸ τῆς παρὰ τοῦ Θεοῦ πληρούμενον ἁγιότητος μεταδίδωσι τῇ κτίσει τοῦ ἁγιασμοῦ. Καὶ ἐπὶ τούτοις μάρτυς ἡμῖν ἀψευδὴς αὐτὸς ὁ Σωτὴρ γενήσεται λέγων περὶ αὐτοῦ· Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται. Πρὸς τοῦτο λύσις. Πανταχόθεν αὐτοῖς ἡ πρότασις ἀτοπωτάτη πάλιν ἀποδειχθήσεται, καὶ δυσφημίαν μᾶλλον ἤπερ ἀληθείας εὕρεσιν ἔχουσα. Οὐ γὰρ νοεῖν, ὡς ἔοικε, τὰς θείας Γραφὰς, παρατρέπειν δὲ μᾶλλον ἐπείγονται πρὸς τὸ ἑκάστῳ δοκοῦν. Ἰδοὺ γὰρ πάλιν καὶ τὴν τοῦ Σωτῆρος φωνὴν εἰς ὀχύρωσιν τῆς οἰκείας ψευδολογίας ἁρπάζουσιν, οὐ τὴν διάνοιαν τοῦ ῥητοῦ σαφῶς ἐκκαλύπτοντες τοῖς ἀκροωμένοις, οὔτε μὴν τὰ ἐφεξῆς τῷ λόγῳ συνείροντες· παρατομὰς δὲ τῶν στίχων δυστρόπως ἐργαζόμενοι, καὶ τὸ δοκοῦν εἶναι χρήσιμον πρὸς τὸν ἀτόπως αὐτοῖς προτεθέντα σκοπὸν, αὐτὸ δὴ καὶ μόνον πανούργως ἁρπάζοντες. Οὐ γὰρ, Ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἁγιάσει ὑμᾶς, φησὶν ὁ Σωτήρ· εἰ καὶ ὅτι μάλιστα καὶ εἰ κατὰ τοῦτον εἴρητο τὸν τρόπον, οὐδεμίαν τοῖς ὀρθῶς ἀκροωμένοις ἐνεποίησεν ἂν τὴν ζημίαν· πλὴν, Ἐκ τοῦ ἐμοῦ λήψεται, φησὶ, καὶ ἀναγγελεῖ ὑμῖν. Οὐ λαλήσει ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα ἂν ἀκούσῃ, λαλήσει. Ἐπειδὴ γὰρ ἔμελλε τὴν μετὰ σαρκὸς ἀποπληρώσας οἰκονομίαν ἀναβαίνειν πρὸς τὸν Πατέρα, πέμψειν δὲ ὑπέσχετο τὸν Παράκλητον τοῖς ἑαυτοῦ μαθηταῖς, ἵνα μή τις ὑπολάβῃ τὰ μὴ κατὰ γνώμην αὐτοῦ διατάξειν ποτὲ τὸ Πνεῦμα τὸ ἅγιον, δεικνύς τε σαφῶς ὅτι Πνεῦμα αὐτοῦ ὑπάρχον τὰ ἐξ αὐτοῦ πάλιν διακονήσει ῥήματα· Οὐ λαλήσει, φησὶν, ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα ἂν ἀκούσῃ λαλήσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται. Ὅμοιον γὰρ ὡς εἰ καὶ τὸ μέλι περὶ τῆς ἐνούσης αὐτῷ φυσικῆς ποιότητος λέγοι, Οὐκ ἐνθήσει τι ἀφ' ἑαυτῆς τοῖς ἀπογευομένοις, ἀλλ' ἐκ τοῦ ἐμοῦ λήψεται, φυσικῶς διαβαινούσης τῆς ἐκ τῶν οὐσιῶν, ἵν' οὕτως εἴπω, ποιότητος ἐπὶ τὰ ἐξ αὐτῶν ἀμερίστως προερχόμενα, οἷον, καθάπερ ἤδη προείπομεν, ἐκ μέλιτος ἡ γλυκύτης, ἐκ πυρὸς ἡ θερμότης, ἐξ ὕδατος ἡ ψύξις. Οὐκ οὖν μετοικικῶς ἅγιον τὸ Πνεῦμα, κατὰ τὸν ἐκείνων λόγον· φυσικῶς δὲ μᾶλλον καὶ οὐσιωδῶς. ΑΛΛΟ. Τὸ ἐκ μετοχῆς ἅγιον, δοχεῖον ὥσπερ ὑπάρχον τοῦ προσγεγονότος ἁγιασμοῦ, αὐτὸ καθ' ἑαυτὸ πρότερον ἐν ἰδίᾳ φύσει κείσεται, ὥσπερ οὖν καὶ ὁ ἄνθρωπος καὶ ὁ ἄγγελος τυχὸν, ἢ καί τις ἑτέρα φύσις λογική. Λεγέτωσαν τοίνυν ἡμῖν οἱ ἐκ μετοχῆς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πνεῦμα τολμῶντες λέγειν ἅγιον εἶναι 75.596 καὶ οὐ φυσικῶς· Τί ποτ' ἄρα αὐτὸ καθ' ἑαυτὸ καὶ ἰδιαζόντως ἐστίν; Ἀλλ' οὐδὲν ἕτερον ἢ ἅγιον ἠκούσαμεν παρὰ ταῖς θείαις Γραφαῖς. Οὐκ ἄρα ἐκ μετοχῆς, οὐδὲ ἐκ συνθέσεως ἅγιον, ἀλλ' οὐσία καὶ φύσις ἁγιαστικὴ, καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς θεότητος, ἵν' οὕτως εἴπω, ποιότης, ὥσπερ οὖν καὶ ὁ γλυκασμὸς τοῦ μέλιτος, ἢ καὶ ἐξ ἄνθους εὐωδία. ΑΛΛΟ. Τὸ ἐκ μετοχῆς προσγενόμενόν τισιν, ὡς δοτὸν ἔσται καὶ ἀφαιρετόν. Μόνα γὰρ τὰ οὐσιωδῶς προσόντα τοῖς ἔχουσιν, ἀχωρίστως συμπεφυκότα φαίνεται. Εἰ τοίνυν ἐν προσθήκης τάξει καὶ συμβεβηκότος κεῖσθαί φασιν ἐν τῷ Πνεύματι τὸν ἁγιασμὸν, ὁμολογήσουσι πάντως ὅτι καὶ ἀποσυμβῆναι δυνήσεται. Ὥρα δὴ οὖν καὶ ἁγιότητος δίχα τὸ Πνεῦμα λέγειν εἶναι δύνασθαι, κατὰ τὸ ἐκείνων ἐπιχείρημα. Ἀλλὰ τοῦτο δυσσεβές. Οὐκ ἄρα ἐκ μετοχῆς ἅγιον τὸ Πνεῦμα, ἀλλ' ὡς ἐκ Θεοῦ φυσικῶς. ΑΛΛΟ. Πνεῦμα ἄγιον ἡ θεία Γραφὴ τὸ ἐκ Θεοῦ Πνεῦμα διηνεκῶς ἀποκαλοῦσα φαίνεται, οὐχ ἕν τι τῶν συμβεβηκότων αὐτῷ δηλοῦσα, κατὰ τὴν ἐκείνων ἀβουλίαν, ἀλλ' ὅπερ ἐστὶ κατὰ φύσιν τοῦτο σημαίνουσα, ὥσπερ οὖν εἴ τις καὶ ἄνθρωπον ὁριζόμενος τὸ τί ἐστι κατ' οὐσίαν σημαίνων, λέγοι, ὅτι ζῶον λογικὸν, θνητόν. Εἶτα πῶς οὐ σφόδρα ἐστὶν ἀτοπώτατον, τὸν μὲν ἄνθρωπον διὰ τὸ οὕτως ὁρίζεσθαι, εἶναι πάντως ὃ καὶ εἶναι πέφυκε, τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἕτερόν τι παρ' ὅπερ ἐστὶ φαντάζεσθαί τινας, τοῦθ'