1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

190

235.1 Τί πρότερον, ἡ γνῶσις ἢ ἡ πίστις; Ἡμεῖς δὲ λέγομεν ὅτι καθόλου μὲν ἐπὶ τῶν μαθημάτων πίστις γνώσεως προη γεῖται· ἐπὶ δὲ τοῦ καθ' ἡμᾶς λόγου, κἂν λέγῃ τις προκατάρ χειν τὴν γνῶσιν τῆς πίστεως, οὐ διαφερόμεθα (γνῶσιν μέντοι τὴν τῇ ἀνθρωπίνῃ καταλήψει σύμμετρον). Ἐπὶ μὲν γὰρ τῶν μαθημάτων πιστεῦσαι δεῖ πρῶτον ὅτι ἄλφα λέγεται καί, μαθόντα τοὺς χαρακτῆρας καὶ τὴν ἐκφώνησιν, ὕστερον λαβεῖν καὶ τὴν ἀκριβῆ κατανόησιν τῆς δυνάμεως τοῦ στοι χείου. Ἐν δὲ τῇ περὶ Θεοῦ πίστει ἡγεῖται μὲν ἡ ἔννοια ἡ περὶ τοῦ ὅτι ἐστὶ Θεός, ταύτην δὲ ἐκ τῶν δημιουργημάτων συνάγομεν. Σοφὸν γὰρ καὶ δυνατὸν καὶ ἀγαθὸν καὶ πάντα αὐτοῦ τὰ ἀόρατα ἀπὸ τῆς τοῦ κόσμου κτίσεως νοοῦντες ἐπιγινώσκομεν. Οὕτω δὴ καὶ ∆εσπότην ἑαυτῶν αὐτὸν κατα δεχόμεθα. Ἐπειδὴ γὰρ παντὸς μὲν τοῦ κόσμου δημιουργὸς ὁ Θεός, μέρος δὲ κόσμου ἡμεῖς, καὶ ἡμῶν ἄρα δημιουργὸς ὁ Θεός. Ταύτῃ τῇ γνώσει ἡ πίστις ἀκολουθεῖ καὶ τοιαύτῃ πίστει ἡ προσκύνησις. 235.2 Νῦν δὲ ἐπειδὴ πολύσημόν ἐστι τὸ τῆς γνώσεως ὄνομα, οἱ καταπαίζοντες τῶν ἀκεραιοτέρων καὶ ὁμοίως ἐνεπιδεικ νύμενοι τοῖς παραδόξοις, ὡς οἱ ἐν τοῖς θεάτροις ἐν ταῖς πάντων ὄψεσι τὰς ψήφους κλέπτοντες, τῇ ἐρωτήσει τοῦ καθόλου τὸ πᾶν συναρπάζουσιν. Ἐπειδὴ γὰρ τὸ τῆς γνώ σεως ὄνομα ἐπὶ πολὺ διαβαίνει, καὶ γνωστόν τί ἐστι τὸ μὲν κατὰ ἀριθμόν, τὸ δὲ κατὰ μέγεθος, τὸ δὲ κατὰ δύναμιν, τὸ δὲ κατὰ τὸν τρόπον τῆς ὑπάρξεως, τὸ δὲ κατὰ τὸν χρόνον τῆς γεννήσεως, τὸ δὲ κατ' οὐσίαν, οὗτοι ἐν ἐρωτήματι τὸ ὅλον παραλαμβάνοντες, ἐὰν μὲν λάβωσιν ἡμᾶς ὁμολογοῦντας ὅτι γινώσκομεν, ἀπαιτοῦσιν ἡμᾶς τῆς οὐσίας τὴν εἴδησιν· ἐὰν δὲ ἴδωσιν ἡμᾶς εὐλαβουμένους πρὸς τὴν ἀπόφασιν, περιτρέπουσιν ἡμῖν τῆς ἀσεβείας τὸ ὄνειδος. Ἀλλ' ἡμεῖς εἰδέναι μὲν ὁμολογοῦμεν τὸ γνωστὸν τοῦ Θεοῦ, εἰδέναι δέ τι πάλιν ὃ ἐκφεύγει ἡμῶν τὴν κατάληψιν. Ὡς οὖν ἐάν με ἐρωτήσῃς εἰ οἶδα τί ἐστιν ἄμμος κἂν ἀποκρίνωμαι ὅτι ἐπίσταμαι, συκοφαντήσεις προδήλως, ἐὰν εὐθὺς καὶ τὸν ἀριθμὸν αὐτῆς ἀπαιτήσῃς, διότι ἡ μὲν πρώτη σου ἐρώ τησις πρὸς τὸ εἶδος ἔφερε τῆς ἄμμου, ἡ δὲ δευτέρα συκοφαντία περὶ τὸν ἀριθμὸν αὐτῆς περιετράπη. Ὅμοιόν ἐστι τοῦτο τὸ σόφισμα τῷ λέγοντι· «Οἶδας Τιμόθεον; Οὐκοῦν, ἐὰν οἶδας Τιμόθεον, οἶδας αὐτοῦ καὶ τὴν φύσιν· ἀλλὰ μὴν ὡμολόγησας εἰδέναι Τιμόθεον· ἀπόδος τοίνυν ἡμῖν τὸν λόγον τῆς Τιμοθέου φύσεως. Ἐγὼ δὲ καὶ οἶδα Τιμόθεον, καὶ οὐκ οἶδα· οὐ μὴν κατὰ ταὐτὸν καὶ ἐν τῷ αὐτῷ. Οὐ γὰρ καθ' ὃ οἶδα, κατὰ τοῦτο καὶ οὐκ οἶδα· ἀλλὰ κατ' ἄλλο μὲν οἶδα, κατ' ἄλλο δὲ ἀγνοῶ. Οἶδα μὲν γὰρ αὐτὸν κατὰ τὸν χαρακτῆρα καὶ τὰ λοιπὰ ἰδιώματα, ἀγνοῶ δὲ αὐτοῦ τὴν οὐσίαν. Ἐπεὶ καὶ ἐμαυτὸν οὕτω τούτῳ τῷ λόγῳ καὶ οἶδα καὶ ἀγνοῶ. Οἶδα μὲν γὰρ ἐμαυτὸν ὅστις εἰμί, οὐκ οἶδα δὲ καθὸ τὴν οὐσίαν μου ἀγνοῶ. 235.3 Ἐπεὶ ἐξηγησάσθωσαν ἡμῖν πῶς εἶπεν ὁ Παῦλος ὅτι· «Νῦν μὲν ἐκ μέρους γινώσκομεν». Ἆρα ἐκ μέρους τὴν οὐσίαν αὐτοῦ γινώσκομεν, οἱονεὶ μέρη τῆς οὐσίας αὐτοῦ γινώσκομεν; Ἀλλ' ἄτοπον, ἀμερὴς γὰρ ὁ Θεός. Ἀλλ' ὅλην αὐτὴν γινώσκομεν; Πῶς οὖν· «Ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται»; Οἱ δὲ εἰδωλολάτραι τί ἐγκαλοῦν ται; Οὐχ ὅτι γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν; Ἢ Γαλάται δὲ οἱ ἀνόητοι ὑπὸ τοῦ Παύλου διὰ τί ὀνειδί ζονται λέγοντος· «Νυνὶ δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσ θέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα;» Γνωστὸς δὲ πῶς ἦν ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός; Ἆρα ἐπειδὴ ἐν τῇ Ἰουδαίᾳ ἡ οὐσία ἥτις τότε ἦνἐπεγνώσθη; «Ἔγνω, φησί, βοῦς τὸν κτησάμενον αὐτόν.» ∆ηλονότι ὁ βοῦς καθ' ὑμᾶς ἔγνω τὴν οὐσίαν τοῦ κυρίου. Καὶ «Ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ». Ἔγνω οὖν καὶὁ ὄνος τῆς φάτνης τὴν οὐσίαν. «Ἰσραὴλ δέ με, φησίν, οὐκ ἔγνω.» Τοῦτο ἐγκαλεῖται καθ' ὑμᾶς Ἰσραὴλ ὅτι τὴν οὐσίαν ἥτις ποτέ ἐστι τοῦ Θεοῦ οὐκ ἐπέγνω. «Ἔκχεον, φησί, τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε», τουτέστι τὰ τὴν οὐσίαν σου μὴ κατειληφότα. Ἀλλὰ πολλαχῶς ἡ γνῶσις, ὡς ἔφαμεν. Ἥ τε γὰρ τοῦ κτίσαντος ἡμᾶς σύνεσις καὶ ἡ τῶν θαυμασίων