οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
κατενηνεγμέ νους εἰς φθορὰν, μεταχαλκεύσῃ πρὸς ἀφθαρσίαν, ἁγίους τε καὶ ἀμώμους ἀποφήνῃ, τοῖς ἐξ ἡμερότη τος νεύμασι παντὸς ἀπαλλάξας ῥύπου, καὶ ταῖς τῆς ἀμωμήτου ζωῆς ἐμβήσας τρίβοις. Ἐπειδὴ δὲ ἦν καθ' ἡμᾶς ἄνθρωπος ὁρώμενος οἰκονομικῶς (ὡς γὰρ ὁ προφήτης φησὶ, "Ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη"), διὰ τού [του] φανερὸν ἡμῖν καθιστὰς ἑαυτὸν, ὅτι τε εἴη Θεὸς, καὶ Υἱὸς κατὰ ἀλήθειαν τοῦ Θεοῦ καὶ Πατρός· εἰργάζετο τὰ αὐτοῦ, ὁμοφυᾶ τε καὶ ἰσουργὸν αὑτὸν ἀποφαίνων τῷ ἰδίῳ Γεννήτορι, διὰ τῆς ἴσως ἀπαραλλάκτως ὑπεροχῆς τε καὶ ἐξουσίας ἰὼν ἐθαυμάζετο παρά γε τοῖς ἐγνωκόσι τὴν ἐπιφά νειαν αὐτοῦ. Ἀλλ' ἦν καὶ οὕτως ἐξήνιος, καὶ ὁλο τρόπως εἰς ἀπιστίαν ἀπονενευκὼς ὁ ἀπόπληκτος Ἰσραήλ· καὶ γοῦν ἄνω τε καὶ κάτω τὸν ἐν γράμμα σιν ἀειλογοῦντες νόμον, προϊσχόμενοί τε τὴν διὰ Μωσέως ἐντολὴν, τοῖς διὰ Χριστοῦ θεσπίσμασιν ἀντ εφέροντο, λέγοντες· "Ἡμεῖς τοῦ Μωσέως ἐσμὲν μαθηταί. Τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν·" καὶ καθ' ἕτερον δὲ τρόπον ἀτιμάζοντες διετέλουν, καὶ οὐδὲν τῶν ἐκτόπων ἦν, ὃ σεσίγηται παρ' αὐτοῖς· πάντα δὲ ὥσπερ σείοντες κάλων ταῖς ἑαυτῶν δυστρο πίαις, καὶ μέτρου παντὸς ἰόντες πέρα, τὸν ἐξ οὐρα νοῦ Λυτρωτὴν, τὸν δικαιοῦντα τῇ πίστει τὸν ἀσεβῆ, τὸν ἀνακαινίζοντα πρὸς ἀφθαρσίαν τοὺς τοῖς τοῦ θανάτου βρόχοις ὑπενηνεγμένους, τὸν ἀρχηγὸν τῆς ζωῆς, θανάτῳ περιβαλεῖν ἐσπούδαζον, λακτίζοντες μὲν εἰς κέντρα, καὶ πῦρ καὶ δίκην τῆς ἑαυτῶν κα ταχέοντες κεφαλῆς, ἐπ' ἀνηνύτοις δὲ σκέμμασιν, ὀμοῦ τοῖς καθηγεῖσθαι λαχοῦσι, δυσσεβῆ συλλέγοντες βουλευτήρια· καὶ γοῦν ἔφασκον, ἐφ' οἷς ἦν εἰκὸς καταπλήττεσθαι τὸν θαυματουργὸν, ἐπ' αὐτοῖς δὴ τούτοις ἑαυτοὺς εἰς ὠμότητα παραθήγοντες, καὶ εἰς ἀκάθεκτον ἤδη πως ἀνακαιόμενοι φθόνον· "Τί ποιοῦ μεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; Ἐὰν 77.956 ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν καὶ τὸ ἔθνος, καὶ τὴν χώραν." Ὅτι καὶ ὁ προὔχων ἐν ἱερωσύνῃ τῇ παρ' αὐτοῖς, ὡς ἐκ βαθείας φρενὸς γνώμην ἀνασπῶν τὴν ὀλέθριον αὐ τοῖς, "Ὑμεῖς, φησὶν, οὐκ οἴδατε οὐδὲν, οὐδὲ λογί ζεσθε, ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται·" ἐντεῦθεν αὐτοῖς εἰς ἀνόσιον πέρας ἐκδεδράμηκε τὰ βουλεύματα. Συλλαβόμενοι γὰρ προσεκόμισαν τῷ Πιλάτῳ τὸν Ἰησοῦν, ψευδηγορίας τινὰς συνθέντες οἱ δείλαιοι, καὶ σταυροῦσθαι παρεκάλουν. Ὃ δὴ καὶ γέγονε, στρατηγοῦντος αὐτοῖς πρὸς τοῦτο τοῦ Σα τανᾶ, καὶ εἰς τὸ τῆς ἀπωλείας αὐτοὺς καθιέντος βάραθρον. Ἐκαρτέρει δὲ Χριστὸς, καὶ ὑπέμεινεν ἑκὼν καὶ τὸ μέχρι θανάτου σαρκὸς καθικέσθαι δι' ἡμᾶς οἰκονομικῶς· ᾔδει γὰρ, ᾔδει τὸ ἐκ τοῦ παθεῖν ἐσόμενον ἀγαθόν. Οὐ γὰρ ἀπομεμένηκεν ἐν νεκροῖς, ἀνεβίω δὲ μᾶλλον, τοῖς τοῦ θανάτου δεσμοῖς τὸ ἐῤ ῥῶσθαι φράσας, καὶ κενώσας τὸν ᾅδην. "Ἔφη γὰρ τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε." Γέγονε δὲ τῇ αὑτοῦ φύσει πρὸς ἀφθαρσίαν ὁδός. Ἀνεκαινίσθη γὰρ ἐν αὐτῷ, καὶ ἀνεθάλομεν εἰς ζωήν. Καὶ μαρτυρήσει λέγων ὁ μα κάριος Παῦλος· "Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται." Καταργήσας τοίνυν τοῦ θανάτου τὸ κράτος, ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν. Ἥξει τε κατὰ καιροὺς ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. εʹ. Οὐκοῦν ἐπειδήπερ. καθά φησιν ὁ πάνσοφος Παῦλος, "τοὺς πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμ προσθεν τοῦ βήματος αὐτοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε πονηρόν·" περιζωσώμεθα τὴν τῆς ἑαυτῶν διανοίας ὀσφὺν, ἀνδρισώμεθα πρὸς ἀγαθουργίας, κα τανεκρώσωμεν τὰς τῆς σαρκὸς ἡδονὰς, καὶ ἁπάσης φαυλότητος ἀποτρεψώμεθα μολυσμούς. Ἐλεήσω μεν ὀρφανοὺς, ἀνακτησώμεθα χήρας, ἐπικουρήσω μεν τοῖς ἐν ἐνδείᾳ, συναλγήσωμεν τοῖς ἐν ἐσχά τῃ ταλαιπωρίᾳ, δεσμίους ἐπισκεψώμεθα, καὶ ἁπαξ απλῶς πᾶν εἶδος ἐπιτηδεύσωμεν ἀρετῆς. Οὕτω γὰρ καθαρῶς νηστεύσομεν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ νεομηνίας τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ