Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ὅπερ ἐστὶ κατ' οὐσίαν τῆς προσκειμένης αὐτῷ σημαινούσης ἐπωνυμίας; ἅγιον γὰρ ὀνομάζεται. Οὐκοῦν εἴπερ ἐστὶ κατὰ φύσιν ἅγιον, οὐκ ἔξωθεν ἔχει τὸ εἶναι τοιοῦτο, μᾶλλον δὲ αὐτὸ, τῆς θείας ὑπάρχον οὐσίας ἐνέργεια φυσική τε καὶ ζῶσα καὶ ἐνυπόστατος, προστίθησιν ἀεὶ τῇ κτίσει τὸ τέλειον δι' ἁγιασμοῦ καὶ τῆς πρὸς ἑαυτὸ μετοχῆς. ΑΛΛΟ. Τὰ ἐφ' ἑκάστῳ τῶν ὄντων κείμενα ὀνόματα, ἢ τῶν οὐσιῶν εἰσι παραστατικὰ, ὅρον ἔχοντα τοῦ ὑποκειμένου τέλειον, ἢ λειτουργίαν τινὰ καὶ ἐπιτηδεύματος εἶδος σημαίνει, ὡς ἐν τῷ ἄνθρωπος καὶ προφήτης. Ἂν μὲν γὰρ ἄνθρωπος εἴπω, παρέστησα τοῦ κατηγορημένου, ἢ ὑποκειμένου τὴν οὐσίαν. Προφήτην δὲ λέγων, διακονίαν ἤτοι ἐπιτήδευμα δοθὲν ἀνθρώπῳ δηλῶ. Οὐκοῦν εἴπερ ἅγιον ἐκ μετοχῆς τὸ Πνεῦμα τὸ ἅγιον, λειτουργίας μᾶλλον ἤπερ οὐσίας ἔσται σημαντικὸν τοὔνομα αὐτῷ, καὶ οὐ τί ἐστι κατὰ φύσιν ἐκ τούτου μανθάνομεν, ἀλλ' ὅ τι τέτακται ποιεῖν. Οὐκοῦν ἕτερόν τι κατ' οὐσίαν ἐστὶ, καὶ ἑτέραν ἔχει τινὰ ἰδίαν ἐνέργειαν παρὰ τὴν ἁγιαστικὴν, ἢν ἔξωθεν, ὡς αὐτοὶ δυσφημοῦντές φασι, προστιθεμένην αὐτῷ καὶ ἐπισυμβᾶσαν ἔχει παρὰ Θεοῦ. Ἀτελὲς οὖν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, τὸ δεηθὲν πληρώσεως δι' ἁγιασμοῦ. Εἶτα πῶς τὸ οὕτως ἔχον, ὡς ἐκεῖνοί φασι, τὸ ἐν τελειότητι γίνεσθαι τοῖς μετόχοις αὐτοῦ γινο 75.597 μένοις παρέχει; Τὸ ἀτελὲς ὅσον εἰς τὴν οἰκείαν φύσιν, πῶς ἁγιάζει μὲν Ἀρχὰς, Θρόνους, Κυριότητας, ∆υνάμεις, Ἐξουσίας, Ἀγγέλους, ἀνθρώπους; Πῶςδὲ ἄρα φασὶν ἁγιασμοῦ πληροῦσθαι τὸ Πνεῦμα παρὰ τοῦ Πατρὸς, ἁγιαστικῆς δηλονότι δυνάμεώς τε καὶ ἐνεργείας ἐρχομένης ἐπ' αὐτό; Τοῦτο γὰρ, ὡς εἰκὸς, δυσφημοῦντες ἐροῦσι. Τίς οὖν ἡ χρεία περιόδου μακρᾶς καὶ πολυπλόκων νοημάτων; Αὐτὴν γὰρ ἐκείνην τὴν ἐκ Πατρὸς φυσικῶς προϊοῦσαν δύναμιν ἁγιαστικὴν τὴν τοῖς ἀτελέσι τὸ τέλειον παρεχομένην, φαμὲν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ περιττὸν, ὡς φαίνεται, τὸ διὰ μέσου τινὸς ἁγιάζεσθαι τὴν κτίσιν, οὐκ ἀπαξιούσης τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ μέχρι τῶν ἐλαχίστων διϊκνεῖσθαι, καὶ ἁγιάζειν αὐτὰ διὰ τοῦ ἁγίου Πνεύματος, ἐπείπερ αὐτοῦ τὰ πάντα ποιήματα. ΑΛΛΟ. Ὁ νόμος διὰ Μωσέως ἐδόθη, φησὶν ἡ θεία Γραφὴ, ἡ χάρις δὲ καὶ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Οὐκοῦν εἴπερ πολύ τι φαίνεται, τὸ μεταξὺ τῆς τε Μωσέως διακονίας, καὶ τοῦ μεσιτεύσαντος Θεοῦ τε καὶ ἀνθρώπου Ἰησοῦ Χριστοῦ, ἀνάγκη τὸν μὲν διὰ Μωσέως νόμον ἀτελῆ συνομολογεῖν· οὐδὲν γὰρ ἐτελείωσε, φησὶν ὁ Παῦλος· τὴν δὲ διὰ τοῦ Σωτῆρος ἡμῶν χάριν ἀληθῆ καὶ τελείαν εἶναι πιστεύομεν. Τίς οὖν ἄρα ἡ χάρις, ἢ πάντως ἡ τοῦ ἁγίου Πνεύματος χύσις ἡ ἐν ταῖς καρδίαις ἡμῶν γινομένη, κατὰ τὴν τοῦ Παύλου φωνήν; Πῶς οὖν ἀληθινὴ φανεῖται λοιπὸν ἡ ἐν ἡμῖν χάρις, εἴπερ διηκονήθη διὰ κτίσματος εἰς ἡμᾶς ὁ ἁγιασμὸς, ὥσπερ οὖν καὶ ὁ νόμος δι' ἀγγέλων; Εἰ γὰρ οὐκ αὐτουργεῖ τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἡμῖν, οὐδὲ τοῦτό ἐστι κατὰ φύσιν ὅπερ ἀκούομεν, μετοχικῶς δὲ καὶ μεταληπτικῶς ἁγιασμοῦ πληρούμενον, παρὰ τῆς θείας οὐσίας, εἰς ἡμᾶς ἐκπέμπει τὴν δοθεῖσαν αὐτῷ χάριν, πρόδηλον ὅτι διὰ κτίσματος ἡμῖν ἡ τοῦ ἁγίου Πνεύματος διηκονήθη χάρις. Ἀλλὰ τοῦτο μὲν οὐκ ἀληθές. ∆ιὰ Μωσέως μὲν γὰρ ὁ νόμος, ἤτοι δι' ἀγγέλων· διὰ δὲ τοῦ Σωτῆρος ἡμῶν ἡ χάρις καὶ ἡ ἀλήθεια. Αὐτουργὸν ἄρα τὸ Πνεῦμα ἐν ἡμῖν, ἀληθῶς ἁγιάζον καὶ ἑνοῦν ἡμᾶς ἑαυτῷ διὰ τῆς πρὸς αὐτὸ συναφείας, θείας τε φύσεως ἀποτελοῦν κοινωνούς. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οὐ κτίσμα οὐδὲ ποίημα. Ἐκ τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς. Ἐπιστέλλει Ῥωμαίοις ὁ Παῦλος περὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· Τοῦ ὁρισθέντος, φησὶν, Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ τὸ Πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Εἰ τοίνυν διὰ τὸ ἐκ νεκρῶν ἀναστῆναι, καὶ τῇ ζωοποιῷ δυνάμει τοῦ ἁγίου Πνεύματος λῦσαι τὰ δεσμὰ τοῦ θανάτου, ὁ Χριστὸς εἰς Υἱὸν ἀληθινὸν ὁρίζεται τοῦ Θεοῦ, καὶ τοῦτο ὑπάρχων νοεῖται, οὐκ ἂν εἴη κτίσμα ἢ ποίημα τὸ δι' οὗ τῆς θείας δυνάμεως ἡ ἐπίδειξις γίνεται, τουτέστι τὸ Πνεῦμα, ἵνα μὴ διὰ 75.600 κτίσματος φαίνηται Χριστὸς τρόπον τινὰ βοηθούμενος, οἰκείᾳ δὲ μᾶλλον ἀποκεχρημένος ἰσχύϊ