1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

191

αὐτοῦ κατανόησις καὶ ἡ τήρησις τῶν ἐντο λῶν καὶ ἡ οἰκείωσις ἡ πρὸς αὐτόν. Οἱ δὲ πάντα ταῦτα παρωσάμενοι ἐπὶ ἓν σημαινόμενον τὴν γνῶσιν ἕλκουσι, τὴν θεωρίαν αὐτῆς τοῦ Θεοῦ τῆς οὐσίας. «Θήσεις, φησίν, ἀπέναντι τῶν μαρτυρίων, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν.» Ἆρα τὸ γνωσθήσομαι ἀντὶ τοῦ τὴν οὐσίαν μου ἐμφανίσω; «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ.» Ἆρα οὖν τῶν μὲν ἑαυτοῦ τὴν οὐσίαν ἔγνω, τῶν δὲ ἀπειθούντων ἀγνοεῖ τὴν οὐσίαν; «Ἔγνω Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ.» Ἆρα τὴνοὐσίαν αὐτῆς ἐγνώρισε; Καὶ περὶ τῆς Ῥεβέκκας· «Παρ θένος, φησίν, ἀνὴρ οὐκ ἔγνω αὐτήν.» Καί· «Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Ἆρα Ῥεβέκκας μὲν τὴν οὐσίαν οὐδεὶς ἐπέγνω; Μαρία δὲ τοῦτό φησιν· ὅτι οὐδενὸς ἀνδρὸς ἐνόησα τὴν οὐσίαν; Ἢ τὸ ἔγνω ἐπὶ τῶν γαμικῶν συμπλοκῶν ἔθος τῇ Γραφῇ ὀνομάζειν; Καὶ τὸ γνωσθήσεσθαι τὸν Θεὸν ἀπὸ τοῦ ἱλαστηρίου τουτέστιν ἐμφανισθήσεσθαι τοῖς λατρεύουσι. Καὶ τὸ «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ» τουτέστιν ἐδέξατο αὐτοὺς διὰ τῶν ἀγαθῶν ἔργων εἰς τὴν πρὸς αὐτὸν οἰκείωσιν.

236.τ ΑΜΦΙΛΟΧΙΩ ΕΠΙΣΚΟΠΩ

236.1 Ἐζητημένον ἤδη παρὰ πολλοῖς τὸ εὐαγγελικὸν ῥητὸν περὶ τοῦ ἀγνοεῖν

τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὴν ἡμέραν τοῦ τέλους καὶ τὴν ὥραν, καὶ μάλιστα συνεχῶς προβαλλόμενον παρὰ τῶν Ἀνομοίων, ἐπὶ καθαιρέσει τῆς δόξης τοῦ Μονογενοῦς εἰς ἀπόδειξιν τοῦ κατὰ τὴν οὐσίαν ἀνομοίου καὶ τῆς κατὰ τὴν ἀξίαν ὑφέσεως, ὡς οὐ δυναμένου οὔτε τὴν αὐτὴν ἔχειν φύσιν οὔτε ἐν ὁμοιότητι μιᾷ νοεῖσ θαι τοῦ μὴ πάντα εἰδότος πρὸς τὸν ἐμπεριλαβόντα τὴν εἴδησιν τῶν ὅλων τῇ προγνωστικῇ ἑαυτοῦ καὶ ἐπιβλητικῇ τῶν μελλόντων δυνάμει· τοῦτο νῦν παρὰ τῆς σῆς συνέσεως ἡμῖν ὡς καινὸν προεβλήθη. Ἃ τοίνυν ἐκ παιδὸς παρὰ τῶν πατέρων ἠκούσαμεν καὶ διὰ τὴν πρὸς τὰ καλὰ φιλίαν ἀβα σανίστως παρεδεξάμεθα, ταῦτα εἰπεῖν ἔχομεν, τῶν μὲν χριστομάχων τὴν ἀναισχυντίαν οὐ διαλύοντα (τίς γὰρ ἂν καὶ φανείη λόγος τῆς ὁρμῆς αὐτῶν ἰσχυρότερος;), τοῖς δὲ ἀγαπῶσι τὸν Κύριον καὶ τῆς ἐκ τοῦ λόγου ἀποκρίσεως ἰσχυροτέραν τὴν ἐκ πίστεως πρόληψιν κεκτημένοις ἀρκοῦ σαν ἴσως παρεχόμενα τὴν πληροφορίαν. Τὸ οὐδεὶς καθολι κὸν μὲν εἶναι δοκεῖ ῥῆμα, ὡς μηδὲ ἓν πρόσωπον διὰ τῆς φωνῆς ταύτης ὑπεξῃρῆσθαι. Ἔστι δὲ οὐχ οὕτω παρὰ τῇ Γραφῇ ἀναφερόμενον, ὡς τετηρήκαμεν ἐπὶ τοῦ «Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Οὐδὲ γὰρ ἐκεῖ ἑαυτὸν ἔξω τιθεὶς τῆς τοῦ ἀγαθοῦ φύσεως ὁ Υἱὸς ταῦτα λέγει, ἀλλ' ἐπειδὴ πρῶτον ἀγαθὸν ὁ Πατήρ, τῷ οὐδείς, συνεπακουομένου τοῦ πρῶτος, εἰρῆσθαι πιστεύομεν· καὶ τὸ «Οὐδεὶς οἶδε τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ.» Οὐδὲ γὰρ ἐκεῖ ἄγνοιαν τοῦ Πνεύματος κατηγορεῖ, ἀλλὰ πρῶτον τῷ Πατρὶ ὑπάρχειν τὴν γνῶσιν τῆς ἑαυτοῦ φύσεως μαρτυρεῖ. Οὕτω καὶ τὸ «Οὐδεὶς οἶδε» τὴν πρώτην εἴδησιν τῶν τε ὄντων καὶ τῶν ἐσομένων ἐπὶ τὸν Πατέρα ἀνάγοντος καὶ διὰ πάντων τὴν πρώτην αἰτίαν τοῖς ἀνθρώποις ὑποδεικνύντος εἰρῆσθαι νομίζομεν. Ἐπεὶ πῶς ἢ ταῖς λοιπαῖς μαρτυρίαις τῆς Γραφῆς ἀκολουθεῖ τὸ ῥητόν, ἢ ταῖς κοιναῖς ἡμῶν ἐννοίαις συμβαίνειν δύναται τῶν πεπισ τευκότων εἰκόνα εἶναι τοῦ Θεοῦ τοῦ ἀοράτου τὸν Μονογενῆ, εἰκόνα δὲ οὐ χαρακτῆρος σωματικοῦ, ἀλλ' αὐτῆς τῆς θεό τητος καὶ τῶν ἐπινοουμένων τῇ οὐσίᾳ τοῦ Θεοῦ μεγαλείων, εἰκόνα δυνάμεως, εἰκόνα σοφίας, καθὸ εἴρηται Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία; Μέρος δὲ δηλονότι τῆς σο φίας ἡ γνῶσις, ἣν οὐκ ἐξεικονίζει πᾶσαν, εἴπερ τινῶν ἀπολείπεται. Πῶς δὲ καὶ ὁ Πατήρ, δι' οὗ τοὺς αἰῶνας ἐποίησε, τούτῳ τὸ ἐλάχιστον μέρος τῶν αἰώνων, τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν, οὐκ ἔδειξεν; Ἢ πῶς ὁ τῶν ὅλων ποιητὴς τοῦ ἐλαχίστου μέρους τῶν ὑπ' αὐτοῦ κτισθέντων τῆς γνώσεως ἀπολείπεται; Ὁ δὲ λέγων, πλησίον τοῦ τέλους, τάδε καὶ τάδε ἐν τῷ οὐρανῷ σημεῖα καὶ τοῖς κατὰ γῆν χω ρίοις φανήσεσθαι, πῶς αὐτὸ τὸ