οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἕκτης τοῦ Φαρμουθὶ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ ἑνδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτου, κατὰ τὰ εὐαγγελικὰ κη ρύγματα, ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυ ριακῇ τῇ δωδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας καὶ πολυεύκτου Πεντηκοστῆς, ἵνα καὶ τὸν καιρὸν 77.957 τῆς ἀνέσεως καθάπερ εἰκόνα τινὰ τῆς τῶν ἁγίων ἐν οὐρανοῖς ποιούμενοι, τῆς αὐτῶν ἀξιωθῶμεν κοινω νίας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ δόξα τῷ Πατρὶ, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΛΟΓΟΣ ΚΘʹ. Προθεωρία.
Συντέθειται καὶ νῦν ἡμῖν ὁ λόγος, οὐκ εἰς θήραν ὁρῶσιν ἐπαίνου καὶ
κρότων, ἀλλ' εἴς γε τὸ δεῖν ἐνεργάσασθαί τι τῶν ὀνησιφόρων ταῖς τῶν ἀκροω μένων ψυχαῖς. Ἁμαρτάνοντι δὲ καὶ καλλιεπείας τῆς ἄγαν, μὴ ἀκριβεῖς ἐξετασταὶ γενήσεσθε μᾶλλον, ἀλλὰ συγγνώμονες. Οὐ γὰρ ταῖς τῶν ῥητόρων εὐκομ πίαις, ἀλλ' οἷς ἐκκλησιαστικοῖς ὑμᾶς λαχάνοις ἑστιᾶ ται. αʹ. Ἰδοὺ δὴ πάλιν ὁ τῆς ἁγίας ἑορτῆς ἡμῶν ἀν ίσχει καιρὸς, θυμηδίας ἁπάσης ἀναπιμπλὰς τὰς τῶν φιλαρέτων ψυχὰς, καὶ ὄκνον μὲν τὸν ἐπ' ἀγαθοῖς σπουδάσμασιν ἐκ μέσου τιθεὶς, διαναστὰς δὲ πρὸς φιλεργίαν τὴν ἐφ' ἅπασι τοῖς τεθαυμασμένοις, ἃ καὶ τοῖς ἱεροῖς συμβαίνει νόμοις, καὶ ταῖς ἄνωθεν καὶ παρὰ Θεοῦ ψήφοις ὁμολογοῦσαν ἔχει τὴν ἔκβασιν, καὶ πρὸς εὐκλείας ἔσται πολλῆς τοῖς κατορθοῦν ᾑρη μένοις. Οὐκοῦν καθά φησιν ὁ θεσπέσιος Μελῳδὸς, "καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ." τὴν ἁγίαν δηλονότι καὶ πάναγνον ἑορτὴν, ἢν ἐπί γε τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ πληροῦν εἰθίσμεθα. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος, "Τὸ Πάσχα ἡμῶν ἐτύθη Χρι στὸς," -"ὁ ἀμνὸς ὁ ἀληθινὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου." Φίλον μὲν οὖν ἀεί πως τοῖς ἑορτάζουσί τε εὐειματεῖν καὶ καταφαιδρύνεσθαι τὴν ἀμφίεσιν. Ἐοικέναι γάρ πως ταυτὶ τῷ καιρῷ φαῖεν ἂν ἴσως τινές. Οἶμαι δὲ δεῖν οὐχὶ δήπου μόνον ἐπιτηδεύεσθαι παρ' ἡμῶν τὸ τοῖς θύραθεν ὡραϊσμοῖς κατακαλ[λ]ύ νεσθαι φιλεῖν, ἐν παντὶ δὲ μᾶλλον ποιεῖσθαι λόγῳ τῶν ἐν τῇ ψυχῇ μολυσμῶν τὴν ἀπεμπολήν. Ταυτὶ γὰρ ἡμᾶς καθαροὺς καὶ διεσμηγμένους παρίστησι Χριστῷ, τῇ παρ' αὐτοῦ χάριτι διαπρέποντας, κόσμη μά τε καὶ οἷον ἄμφιον ἁγιοπρεπὲς καταπλουτοῦν τας αὐτόν. Γέγραφε γὰρ οὑτωσὶν ὁ πάνσοφος Παῦ λος, "Ἐνδύσασθε, λέγων, τὸν Κύριον Ἰησοῦν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν." Τοῦτον ἡμᾶς τὸν τρόπον ἐσκευασμένους, ἐγγὺς εἶναι θέλειν τοῦ παναγάθου Θεοῦ, τὸ ἀπεικὸς οὐδέν. "Ἅγιοι γὰρ ἔσεσθε, φησὶν, ὅτι ἐγὼ ἅγιος." Οὐκοῦν, καθά φησιν ὁ θεσπέσιος Παῦλος, ἑορτάζωμεν, "μὴ ἐν ζύμῃ παλαιᾷ. μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας·" τουτ έστιν, ἐν ὀρθότητι καὶ ἀκριβείᾳ πίστεως, προσ ηνεγμένης αὐτῇ δηλονότι καὶ τῆς ἐξ ἔργων φαιδρό τητος. Ταυτὶ γὰρ ὑμῖν ἐνυπάρχοντα, καὶ τῆς εἰς λῆξιν εὐθείας περιποιήσει τὴν μέθεξιν, καὶ εἰς τὸν τῶν ἁγίων ἀναβιβάσῃ κλῆρον, τοὺς οἵπερ ἂν εἶεν τῆς ἐκείνων εὐζωΐας ἄριστοι μιμηταί. Φέρε γὰρ 77.960 ἐκεῖνο καθ' ἑαυτοὺς ἐννοήσωμεν, πηνίκα τε καὶ ὅπως τελεῖσθαι δεῖν τὸν ἐπὶ τὸ Πάσχα νόμον προστέταχεν ὁ Μωσῆς, ἤγουν δι' ἐκείνου Θεὸς, μηνὶ καθ' Ἑβραίους τῷ πρώτῳ, καὶ ἠρινοῦ ἐγγελῶντος καιροῦ, ὅτε φυλ λάδι νέᾳ καὶ ἀρτιφανεῖ τὰ ἐν δρυμοῖς καὶ κήποις στεφανοῦται φυτὰ, καὶ καρπῶν ἀπόδοσιν ἐπαγγέλ λεται, χλοηφορεῖ δὲ σύμπαν πεδίον, καὶ κομᾷ μὲν ληΐοις ἡ ἀρόσιμος γῆ, πολυτρόποις δὲ χρωμάτων ἰδέαις καταποικίλλεται τὰ εὐοσμότατα τῶν ἀνθέων, ἀμνοὶ δὲ μητέρας περισκέρουσιν ἁπαλοὶ, ἡδύ τι καὶ τρυφερὸν βληχώμενοι. Εἶτα πῶς οὐκ ἂν γένοιτο τῶν ἀτοπωτάτων, εὐανθῆ μὲν