Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
τῇ διὰ Πνεύματος. ΑΛΛΟ. Ὁ Παῦλος πάλιν· Ἐπιποθῶ γὰρ, φησὶν, ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς. Εἰ στηρίζει τὸ Πνεῦμα διὰ τῶν οἰκείων χαρισμάτων τοὺς ἐν οἷς ἂν γένοιτο, δῆλον ἂν εἴη τοῖς ὀρθῶς ἐθέλουσι νοεῖν, ὡς οὔτ' ἐν ποιήμασιν, οὔτε μὲν ἐν δούλοις τετάξεται. Γέγραπται· Ὑποστηρίξει δὲ τοὺς δικαίους ὁ Κύριος. Τὸ δὲ ἐν κυριότητος τόπῳ φυσικῆς τεθειμένον, καὶ διὰ τοῦ στηρίζειν δύνασθαι, φέρει πάντως καὶ τὸ κυρίῳ πρέπον ἀξίωμα. ∆οῦλον δὲ τὸ ποιηθὲν ὅσον εἰς γένεσιν. Οὐκ ἄρα ποίημά ἐστι τὸ Πνεῦμα· κύριον γὰρ ἀποδέδεικται καὶ οὐ δοῦλον. ΑΛΛΟ. Ὅσην ἡμῖν τὴν φιλανθρωπίαν ὁ πάντων ἐποιήσατο ∆εσπότης, διδάσκων ὁ Παῦλος, φησὶν, ὅτι Ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν, διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν. Εἰ τοίνυν ὁ Θεὸς ἀγάπη ἐστὶ, κατὰ τὴν Ἰωάννου φωνὴν, καὶ οὐχ ἕτερον μέν τι αὐτὸς, ἕτερον δέ τι τὸ ἐν αὐτῷ, ἁπλοῦς γὰρ καὶ ἀσύνθετος, ἐκκέχυται δὲ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ ἐνοικοῦντος ἐν ἡμῖν ἁγίου Πνεύματος· Θεὸς ἄρα τὸ Πνεῦμά ἐστιν, ὡς ἐν τάξει Θεοῦ, κατοικοῦν ἐν ἡμῖν, καὶ, ἵν' οὕτως εἴπω, τῆς ἀνωτάτω πασῶν ἐξέρπον οὐσίας ἐν ἰδίᾳ τε ὑπάρξει καὶ ἐκ Πατρὸς νοούμενον, δι' Υἱοῦ τῇ κτίσει χορηγούμενον. ΑΛΛΟ, δηλοῦν ὅτι ὁ νόμος παρὰ τοῦ Πνεύματος ἐτέθη ὡς παρὰ Θεοῦ. Οἶδα μὲν, φησὶν, ὅτι ὁ νόμος πνευματικός ἐστι. Εἶτα βραχὺ προελθὼν ἐπιλέγει· Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον. Καὶ πάλιν· Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. Ἰδοὺ τὸν νόμον ὀνομάσας πνευματικὸν, τουτέστι τὸν διὰ Πνεύματος, εὐθὺς αὐτὸν καὶ Θεοῦ νόμον ἀποκαλεῖ. Γυμνότερον δὲ διὰ τῶν ἐφεξῆς ὅτι Θεὸς εἴη τὸ Πνεῦμα, δεικνύει βοῶν· Ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς, ἵνα μὴ μόνον νομοθετοῦν εὑρίσκηται τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ' ἤδη καὶ Πνεῦμα ὑπάρχον ζωῆς. Καὶ τίς ἡ ζωὴ, ἢ πάντως ὁ λέγων Χριστός· Ἐγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή; Νομοθετοῦντος τοιγαροῦν τοῦ Χριστοῦ, ὡς ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ φυσικῶς ὑπάρχον τὸ Πνεῦμα αὐτὸ νομοθετεῖ. ΑΛΛΟ. Τοῦ σαρκικοῦ κινήματος ὁ Παῦλος κατηγορῶν, καὶ δεικνὺς ὅσην ἔχει πρὸς τὴν τοῦ Πνεύματος βούλησιν τὴν ἀνάστασιν, Ἡ σὰρξ, φησὶ, κατὰ τοῦ Πνεύματος, τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός. Ταῦτα 75.601 γὰρ ἀλλήλοις ἀντίκειται. Εἶτα βραχὺ προελθὼν ἐπιλέγει· Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας· νόμον μὲν ἁμαρτίας τὰ ἐν τῇ σαρκὶ πρὸς τὰς ἐκτόπους ἡδονὰς κινήματα λέγων· Θεοῦ δὲ νόμον, τὴν τοῦ Πνεύματος βούλησιν ἀποκαλῶν. Πρόδηλον οὖν ὅτι Θεὸς τὸ ἅγιον Πνεῦμα, τὸ καὶ νόμους ὁρίζον ἐν ἡμῖν τὸ οἰκεῖον θέλημα. Πρέπει δὲ οὐχ ἑτέρῳ νομοθετεῖν, ἀλλὰ μόνῳ Θεῷ. ΑΛΛΟ. Τῇ γὰρ ματαιότητι, φησὶν, ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι. Οὐκοῦν εἴπερ εἶναί φασι κτιστόν τε καὶ ποιητὸν τὸ Πνεῦμα τὸ ἅγιον, ἀνάγκη συνομολογεῖν ὑποτετάχθαι καὶ αὐτὸ τῇ ματαιότητι, καὶ συστενάζειν μὲν καὶ συνωδίνειν, εἶναί τε νῦν ὥσπερ ἐν δουλίᾳ, ἐλευθερωθήσεσθαί τε μόλις εἰς τὴν ἀπολύτρωσιν τῆς δόξης τῶν τέκνων Θεοῦ. Εἶτα ποῖ ποτε ἡμῖν ὁ Παῦλος οἰχήσεται λέγων· Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ, ὁ Πατήρ. Ἀλλὰ τῆς μὲν δουλείας ἀπαλλάττει τοὺς ἐν οἷς ἂν γένοιτο, ἀναμορφοῖ δὲ μᾶλλον εἰς τὴν ἐλευθερίαν καὶ υἱότητα, μετόχους ἀποδεικνύων τῆς οἰκείας φύσεως. Οὐκ ἄρα δοῦλόν ἐστιν, εἰ δὲ τοῦτο, οὐ κτίσμα. Τὸ δὲ καὶ τὸ εἶναι κτίσμα καὶ τὸ ἓν δούλων τετάχθαι διαφυγὸν, τῆς θείας ἂν εἴη λοιπὸν οὐσίας δηλαδή. ΑΛΛΟ. Συστενάζειν ὁ Παῦλος τὴν κτίσιν εἰπὼν, ἐπιφέρει· Οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ οἱ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες ἡμεῖς. Καὶ τί τὸ ἐν τούτοις ζητούμενον; Ἡ ἀπαρχὴ, τινός ἐστιν ἀπαρχὴ, καὶ ὁμοειδὴς ἐκείνῳ πάντως, οὗ καὶ ἔστιν ἀπαρχή· οἷον οἴνου μὲν οἶνος, σίτου δὲ ὁμοίως σῖτος. Εἰ τοίνυν ὡς ἐν τῷ αἰῶνι τῷ μέλλοντι τελειοτάτην ἔχειν μέλλουσι τῆς θεότητος τὴν μετουσίαν, ἐν ἀπαρχῆς ἡμῖν τάξει τὸ Πνεῦμα τὸ ἅγιον ἐχορηγήθη, ἀνάγκη δὴ πᾶσα τῆς θείας φύσεως εἶναι λέγειν αὐτὸ, ἧς