οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἅπασαν ὁρᾶσθαι τὴν γῆν, ἐν ἀκαρπίᾳ δὲ τῇ πνευματικῇ τὸ θεοειδὲς ἐπὶ γῆς καὶ ἐξαίρετον ζῶον, φημὶ δὴ τὸν ἄνθρωπον, καὶ ἀναπόβλητον ἔχοντα τῆς ἁμαρτίας τὸ κατηφές; Οὐκ οῦν, καθά φησι τὸ Γράμμα τὸ ἱερὸν, "ὄγκον ἀπο θέμενοι πάντα, καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα," μὴ τοῖς ἱδρῶσιν ἐπιστυγνάζοντες, ἀλλὰ τῶν ἐντεῦ θεν ἐφιέμενοι γερῶν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἀφιλ εργεῖν ἐθέλοντας, ἐφικέσθαι τινὸς ἀγαθοῦ καὶ ἀξιαγάστου πράγματος. Ὄκνῳ δέ τις πεδήσας τὸν νοῦν, πῶς ἂν γένοιτο σεπτὸς, ἤγουν τὴν ἐφ' ἅπασι τοῖς ἀρίστοις οἷά τινα στέφανον ἀναδήσεται ψῆφον; Ἄκουε δὲ λέγοντος τοῦ Παροιμιαστοῦ· "Ἕως πότε, ὀκνηρὲ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; Ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στήθη· εἶτα παραγίνεταί σοι ὥσπερ κακὸς ὁδηγὸς ἡ πενία." Καταθήγει δὲ καὶ ἑτέρως εἰς ἔφεσιν ἀρετῆς, τὰ τῶν ζωϋφίων μικρά τε καὶ εὐτελῆ πρὸς παράδειγμα λαβών. "Ἴθι γὰρ, ἔφη, πρὸς τὸν μύρμηκα, ὀκνηρέ. Ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος. Ἐκεῖνος γὰρ γεωργίου μὲν ὑπάρχοντος, μήτε ὑπὸ δεσπότην ὢν, μήτε τὸν ἀναγκάζοντα ἔχων, ἑτοιμάζεται θέρους τὴν τροφὴν, πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν." Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν, καὶ μάθε, ἐργάτης ἐστὶ, τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖ ται. Ποθεινὴ δέ ἐστι πᾶσα καὶ ἐπίδοξος. Οὐκοῦν ἀξιόληπτοι μὲν εἶεν ἂν τοῖς ἀνδρίζεσθαι μεμελετη κόσιν, οἱ δι' εὐσέβειαν πόνοι· ὄκνος γε μὴν ὁ ἐπί γε τοῖς ἀρίστοις τῶν ἀνδραγαθημάτων ἀπόπεμπτός τε καὶ στυγητός. Συμβήσεται γὰρ τὸ ἐν ἐνδείᾳ γενέσθαι πάντη τε καὶ πάντως ἀγαθοῦ παντὸς τοῖς ἀφιλεργεῖν εἰωθόσιν. Ἔμμισθον δὲ, καὶ γερῶν τῶν ἄνωθεν ἀμοιρήσειεν ἂν ἥκιστά γε, τὸ τληπαθεῖν ἑλέσθαι δι' ἀρετήν. Ἀληθὲς δὲ ὅτι τὸ χρῆμά ἐστι, καὶ ἐκ τῶν καθ' ἡμᾶς πραγμάτων ἀταλαίπωρον ἰδεῖν. Πῶς γὰρ ὁ γηπόνος ἀμφιλαφῆ συλλέξει καρ πὸν, συνδήσας ἄρα τὰ χεῖρε, καὶ τὸ ἀροῦν ἔτι παρ αιτούμενος, καὶ τὸν ἐπὶ ταῖς σκαπάναις ἱδρῶτα μεθείς; Οὐχ ὅταν οὕτω διατεθῇ, ἀγροὶ μὲν ληΐων ἀπομένουσιν ἔρημοι, γυμνὰ δὲ ὡρίμων τὰ ἐν παρα δείσῳ φυτὰ, ὀρχοὶ δὲ ἀμπέλων ἀργοὶ καὶ ἀστάφυ λοι, καθάπερ ἐν γραφαῖς ἑστήξουσιν, οὐδενὸς ἐν 77.961 όντος αὐτοῖς, πλὴν τοῦ ὁρᾶσθαι μόνου; Οἵ γε μὴν τὸ ἐμπορικὸν ἔχοντες ἐπιτήδευμα, πότε τῶν φιλαιτάτων αὐτοῖς λημμάτων ἔσονται μεστοὶ, δεδιότες ἄρα τὸ διαπλεῖν ἔτι, καὶ κύμασιν ὁμιλεῖν, ἢ παντὸς καὶ πόνου καὶ δείματος τὴν φιλοκερδίαν προτάττοντες; Μεμνήσομαι δὲ κἀκείνων οἷς σπούδασμα προὐργιαί τατον τὸ ἐν παλαίστραις εὐδοκιμεῖν. Ὧν καὶ ὁ θε σπέσιος Παῦλος διαμέμνηται λέγων, ὅτι "Πάντα ἐγκρατεύονται, ἵνα φθαρτὸν στέφανον λάβωσιν." Ὅτε τοίνυν καὶ τῶν καθ' ἡμᾶς πραγμάτων οὐκ ἄν τι πρὸς πέρας εὐκτὸν διελάσαι πώποτε φροντίδος καὶ πόνου δίχα, πῶς ἂν γένοιτο τῶν τῆς ἀρετῆς ὑψω μάτων ἐφικέσθαι τινὰς, μὴ οὐχὶ τὸ χρῆναι τληπα θεῖν ἐκτετιμηκότας, καὶ ἀμάχοις ὥσπερ τοῦ νοῦ ῥοπαῖς εὐθὺ φέρεσθαι παντὸς ἀγαθοῦ προτεθυμημέ νους; Οὕτω τῆς τῶν ἁγίων ζωῆς τὸ νοητόν τε καὶ ἀξιέραστον κάλλος ταῖς ἑαυτῶν ψυχαῖς ἐναποματτό μενοι, καὶ πνευματικῶς ἐγγράφοντες, τὰς πρὸς Θεὸν ἱκετείας ποιησόμεθα, λέγοντες· "Κύριε, ἐν τῷ θε λήματί σου παράσχου τῷ κάλλει μου δύναμιν." Βουλὴ δὲ καὶ θέλημα τὸ παντουργικὸν τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱός. Ψάλλει γοῦν ὁ θεσπέσιος ∆αβὶδ πρὸς αὐτὸν, καί φησιν· "Ἐν τῇ βουλῇ σου ὡδήγησάς με." Πεποδηγήμεθα γὰρ ἐν Χριστῷ πρὸς πᾶσαν εἴδησιν ἀρετῆς. Καὶ μή μοι θαυμάσῃς, εἰ βουλὴν τοῦ Θεοῦ καὶ Πατρὸς ὠνομάσθαι φαμὲν τὸν Υἱὸν, ὅτε καὶ αὐτὸν εὑρήσομεν τὸ Πατέρα τῇ τοιᾷδε κλήσει τετιμημένον. Ἡ γάρ τοι βουλὴ τὴν σοφίαν δηλοῖ. Γέγραφεν οὖν ὁ προφήτης Ἡσαΐας περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὅτι "Παιδίον ἐγεν νήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς Ἄγγελος." Ἀπήγγειλε γὰρ ἡμῖν τὰ περὶ τοῦ ἰδίου Γεννήτορος, καὶ παρέδειξεν ἐναρ γῶς τῆς ἀνωτάτω παντὸς οὐσίας τὸ ὑπερκόσμιον κάλλος, ἐν ἰδίᾳ φύσει γράφων αὐτόν. "Καὶ γάρ ἐστι εἰκὼν,