Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
καὶ ἔστιν ἀπαρχή. Εἰ δὲ τοῦτο, οὐ κτίσμα, οὐδὲ ποίημά ἐστι, Θεὸς δὲ μᾶλλον ὡς ἐκ Θεοῦ καὶ ἐν Θεῷ φυσικῶς. ΑΛΛΟ. Ῥωμαίοις ἐπιστέλλει πάλιν ὁ Παῦλος· Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ὥρισε μέτρον πίστεως. Εἶτα πάλιν τῇ τοῦ Πνεύματος ἐξουσίᾳ τὴν τῶν θείων χαρισμάτων διανομὴν ἀναθείς· Ὧ μὲν γὰρ ὁ Θεὸς, φησὶ, δίδωσι Πνεῦμα σοφίας· εἶτα τούτῳ προσθεὶς δωρεῶν εἴδη πολλὰ, ἑτέρῳ δὲ πίστιν, ἐπιλέγει· Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Οὐκοῦν εἰ πρὸς τοῖς ἄλλοις ἀγαθοῖς καὶ πίστεως φαίνεται τὸ Πνεῦμα παρεκτικὸν, καὶ τὸ ἀρ 75.604 κοῦν ἑκάστῳ μέτρον ὁρίζον ὡς Θεὸς, πῶς οὐ λίαν ἀσεβὲς ἐπαριθμεῖν αὐτὸν τοῖς κτίσμασι, καὶ μὴ μᾶλλον ἐκ Θεοῦ πεφηνέναι λέγειν; ΑΛΛΟ. Ἐπὶ τοῖς δι' αὐτοῦ γενομένοις παρὰ τοῦ Σωτῆρος κατορθώμασιν ἐπ' ὠφελείᾳ τῶν ἐθνῶν, καυχᾶται λέγων ὁ Παῦλος· Ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν Θεόν. Οὐ γὰρ τολμήσω τι λαλεῖν, ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος ἁγίου. Οὐκοῦν εἰ σημεῖα καὶ τέρατα διὰ τοῦ Παύλου Χριστὸς ἐργάζεται ἐν δυνάμει Πνεύματος ἁγίου, ἐνέργειά τις φυσικὴ καὶ ζῶσα, καὶ, ἵν' οὕτως εἴπωμεν, ποιότης τῆς θεότητος τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιόν ἐστιν. Εἰ δὲ τοῦτο, πῶς ἔσται ποίημα τὸ ἐν Θεῷ καὶ ἐκ Θεοῦ φυσικῶς; Πῶς δὲ ἐν ποιήματι πᾶσα ἡ δύναμις τοῦ Υἱοῦ; ὅπερ ἐστὶ καὶ μόνον εἰπεῖν ἀσεβέστατον. Ἐκ τῆς πρὸς Κορινθίους αʹ. Οὐ τῆς ἐκ λόγων δεινότητος τὸ σωτήριον δεῖσθαι κήρυγμα διδάσκων ὁ Παῦλος, ἐπιστέλλει Κορινθίοις· Κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς, καὶ ὁ λόγος μου, καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάμει Θεοῦ. Ἰδοὺ τὴν τοῦ Πνεύματος ἀπόδειξιν, τουτέστι τὰ διὰ τοῦ Πνεύματος ἐνεργήματα, δύναμιν εἶναί φησι τοῦ Θεοῦ. Ἐξ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ φυσικῶς τὸ Πνεῦμα αὐτοῦ τὸ πάντα ἐνεργοῦν. Πῶς οὖν κτίσμα ἢ ποίημα, τὸ ἐν ᾧ Θεὸς ὅπερ ἐστὶ κατὰ φύσιν γνωρίζεται, καθόσον ἡμῖν ἐφικτὸν, ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι; ΑΛΛΟ. Οὐδένα τῶν ἀσχήμονα μετιόντων βίον, κληρονόμον ἔσεσθαι τῆς τῶν οὐρανῶν βασιλείας εἰπὼν, πόρνους τε ἀπαριθμήσας καὶ πλεονέκτας καὶ ἅρπαγας, ἐπάγει παραχρῆμα· Καὶ ταῦτά τινες ἦτε, ἀλλ' ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Οὐκοῦν εἰ μόνῳ Θεῷ τὸ ἐξεῖναι συγχωρεῖν ἁμαρτίας δώσομεν, ἀφίησι δὲ καὶ δικαιοῖ τὸ Πνεῦμα, ἁγίους ἀποδεικνύον τοὺς ἐν οἷς ἂν γένοιτο, Θεὸς ἄρα τὸ τὴν θείαν ἐνέργειαν ἔχων ἐν ἑαυτῷ φυσικῶς. ΑΛΛΟ. Ἢ οὐκ οἴδατε, φησὶν, ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν, ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν Πνεῦμά ἐστιν; Ὥσπερ οὖν ὁ τῇ πόρνῃ κολλώμενος, ἓν ὡς πρὸς αὐτὴν γίνεται, οὕτως ὁ τοῦ ἁγίου Πνεύματος μέτοχος γεγονὼς, ἓν ὡς πρὸς τὸν Κύριον γίνεται. Θεὸς οὖν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, δι' οὗ τῷ Θεῷ κολλώμεθα, καὶ ἓν ὡς πρὸς αὐτὸν ἀποτελούμεθα, τῆς τε θείας αὑτοῦ φύσεως γινόμεθα κοινωνοὶ, διὰ τῆς 75.605 πρὸς τὸ Πνεῦμα συναφείας τε καὶ ἑνότητος. Εἰ δὲ τὸ Πνεῦμα Θεὸς, πῶς ἔσται καὶ ποίημα; ΑΛΛΟ. Ἢ οὐκ οἴδατε, φησὶν, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ; Ὅτε τοίνυν ἐν ἡμῖν τοῦ ἁγίου Πνεύματος οἰκοῦντος, οἶκος Θεοῦ καὶ ναὸς χρηματίζομεν, πῶς οὐκ ἔσται τῆς θείας φύσεως, ἀλλ' ἐν τοῖς γενητοῖς ἀριθμηθήσεται, ὅτε κἀκεῖνο πρόδηλόν ἐστιν, ὡς οὐδὲν τῶν γενητῶν ἢ πεποιημένων ὡς Θεὸς ἐν ναῷ λέγεται κατοικεῖν; Μόνης δὲ τῆς θείας φύσεως καὶ τοῦτό ἐστι μετὰ τῶν ἄλλων ἐξαίρετον. ΑΛΛΟ. Ὁ γὰρ λαλῶν, φησὶ, γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ. Οὐδεὶς γὰρ ἀκούει, Πνεύματι δὲ λαλεῖ μυστήρια. Θεὸς οὖν ἄρα, καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα, εἴπερ ὁ αὐτῷ λαλῶν, Θεῷ διαλέγεται. Ἐκ τῆς πρὸς Κορινθίους βʹ. Τὸν περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν λόγον εἰσφέρων ὁ