193
ἀξίωμα. Πάντως δὲ τῆς ἱστορίας μέμνησαι, ὅτι ὑπόφορος μὲν ἦν τῷ ∆αβὶδ πᾶσα ἡ Ἰουδαία καὶ ἡ Ἰδουμαία χώρα καὶ ἡ Μωαβῖτις καὶ τῆς Συρίας ὅσα τε πρόσχωρα καὶ τὰ πορρωτέρω μέχρι τῆς Μέσης τῶν ποταμῶν, καὶ καθ' ἕτερον μέρος ἕως ποταμοῦ Αἰγύπτου. Εἰ οὖν οὐδεὶς ἐφάνη ἐπὶ τοσούτου ἀξιώματος, τῶν μετὰ ταῦτα, πῶς οὐκ ἀληθὴς ὁ τοῦ προφήτου λόγος, ὅτι οὐκ ἔτι καθιεῖται ἐπὶ τοῦ θρόνου ∆αβὶδ ἐκ τοῦ σπέρ ματος Ἰεχονίου; Οὐδεὶς γὰρ φαίνεται τῆς ἀξίας ταύτης ἐπειλημμένος ἐξ αὐτοῦ. Οὐ μέντοι ἐξέλιπεν ἡ τοῦ Ἰούδα φυλὴ ἕως οὗ ἦλθεν ᾧ ἀπέκειτο, ὃς οὐδὲ αὐτὸς ἐκαθέσθη ἐπὶ τοῦ σωματικοῦ θρόνου, μεταπεσούσης λοιπὸν τῆς Ἰουδαϊκῆς βασιλείας ἐπὶ τὸν υἱὸν τοῦ Ἀσκαλωνίτου Ἀντιπάτρου Ἡρώδην καὶ τοὺς ἐκείνου παῖδας, οἳ εἰς τέσσαρας ἀρχὰς κατενείμαντο τὴν Ἰουδαίαν, ἡγεμονεύοντος μὲν Πιλάτου, τὸ δὲ σύμπαν τῆς Ῥωμαϊκῆς ἀρχῆς κράτος ἔχοντος Τιβερίου. Ἀλλὰ θρόνον λέγει ∆αβίδ, ἐφ' ὃν ὁ Κύριος ἐκάθισε, τὴν ἀκαθαίρετον βασιλείαν. «Αὐτὸς γάρ ἐστι προσ δοκία ἐθνῶν», οὐχὶ τοῦ ἐλαχίστου μέρους τῆς οἰκουμένης. «Ἔσται γάρ, φησίν, ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι. Τέθεικα γάρ σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. Καὶ θήσομαι, φησίν, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.» Οὕτως οὖν καὶ ἱερεὺς διέμεινεν, εἰ καὶ μὴ τὰ σκῆπτρα τῆς Ἰουδαίας παρέλαβε, καὶ βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός, καὶ ἡ εὐλογία τοῦ Ἰακὼβ ἐβεβαιώθη· «Καὶ ἐνευλογηθήσονται τῷ σπέρματι αὐτοῦ πᾶσαι αἱ φυλαὶ τῆς γῆς», καὶ πάντα τὰ ἔθνη μακα ριοῦσι τὸν Χριστόν. 236.4 Τοῖς δὲ κομψοῖς Ἐγκρατίταις πρὸς τὸ σεμνὸν αὐτῶν πρόβλημα, διὰ τί καὶ ἡμεῖς οὐχὶ πάντα ἐσθίομεν, ἐκεῖνο λεγέσθω ὅτι καὶ τὰ περιττώματα ἡμῶν βδελυσσόμεθα. Κατὰ μὲν γὰρ τὴν ἀξίαν λάχανα χόρτου ἡμῖν ἐστι τὰ κρέα, κατὰ δὲ τὴν τῶν συμφερόντων διάκρισιν, ὡς καὶ ἐν λαχάνοις τὸ βλαβερὸν τοῦ καταλλήλου χωρίζομεν, οὕτω καὶ ἐν τοῖς κρέασι τοῦ χρησίμου τὸ βλαβερὸν διακρίνομεν, ἐπεὶ λάχανόν ἐστι καὶ τὸ κώνειον, ὥσπερ κρέας ἐστὶ καὶ τὸ γύπειον· ἀλλ' ὅμως οὔτε ὑοσκύαμον φάγοι ἄν τις νοῦν ἔχων, οὔτε κυνὸς ἅψαιτο μὴ μεγάλης ἀνάγκης κατεπειγούσης, ὡς ὅγε φαγὼν οὐκ ἠνόμησεν. 236.5 Πρὸς δὲ τοὺς λέγοντας καθ' εἱμαρμένην διοικεῖσθαι τὰ ἀνθρώπινα μὴ παρ' ἡμῶν ζήτει λόγους, ἀλλὰ ταῖς οἰκείαις τῆς ῥητορικῆς ἀκίσιν αὐτοὺς κατατίτρωσκε· μακρό τερον γάρ ἐστι τὸ πρόβλημα τῆς παρούσης μοι ἀσθενείας. Περὶ δὲ τῆς ἐν τῷ βαπτίσματι ἀνανεύσεως οὐκ οἶδα τί ἐπῆλθέ σοι ἐρωτῆσαι, εἴπερ ἐδέξω τὴν κατάδυσιν τὸν τύπον τῶν τριῶν ἡμερῶν ἐκπληροῦν. Βαπτισθῆναι γὰρ τρισσάκις ἀδύνατον μὴ ἀναδύντα τοσαυτάκις. Τὸν δὲ φάγον παροξυ τονοῦμεν ἡμεῖς. 236.6 Οὐσία δὲ καὶ ὑπόστασις ταύτην ἔχει τὴν διαφορὰν ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ καθ' ἕκαστον, οἷον ὡς ἔχει τὸ ζῷον πρὸς τὸν δεῖνα ἄνθρωπον. ∆ιὰ τοῦτο οὐσίαν μὲν μίαν ἐπὶ τῆς θεότητος ὁμολογοῦμεν, ὥστε τὸν τοῦ εἶναι λόγον μὴ διαφόρως ἀποδιδόναι· ὑπόστασιν δὲ ἰδιάζουσαν, ἵν' ἀσύγχυτος ἡμῖν καὶ τετρανωμένη ἡ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος ἔννοια ἐνυπάρχῃ. Μὴ γὰρ νοούντων ἡμῶν τοὺς ἀφωρισμένους περὶ ἕκαστον χαρακτῆρας, οἷον πατρότητα καὶ υἱότητα καὶ ἁγιασμόν, ἀλλ' ἐκ τῆς κοινῆς ἐννοίας τοῦ εἶναι ὁμολογούντων Θεόν, ἀμήχανον ὑγιῶς τὸν λόγον τῆς πίστεως ἀποδίδοσθαι. Χρὴ οὖν τῷ κοινῷ τὸ ἰδιά ζον προστιθέντας, οὕτω τὴν πίστιν ὁμολογεῖν· κοινὸν ἡ θεότης, ἴδιον ἡ πατρότης· συνάπτοντας λέγειν· πιστεύω εἰς Θεὸν Πατέρα. Καὶ πάλιν ἐν τῇ τοῦ Υἱοῦ ὁμολογίᾳ τὸ παραπλήσιον ποιεῖν, τῷ κοινῷ συνάπτειν τὸ ἴδιον καὶ λέγειν· εἰς Θεὸν Υἱόν. Ὁμοίως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ Ἁγίου κατὰ τὸ ἀκόλουθον τῆς ἐκφωνήσεως τὴν προφορὰν σχημα τίζοντας λέγειν· πιστεύω καὶ εἰς τὸ θεῖον Πνεῦμα τὸ Ἅγιον, ὥστε δι' ὅλου καὶ τὴν ἑνότητα σῴζεσθαι ἐν τῇ τῆς μιᾶς θεότητος ὁμολογίᾳ, καὶ τὸ τῶν προσώπων ἰδιάζον ὁμολο γεῖσθαι ἐν τῷ ἀφορισμῷ τῶν περὶ ἕκαστον νοουμένων ἰδιωμάτων. Οἱ δὲ ταὐτὸν λέγοντες οὐσίαν καὶ ὑπόστασιν