Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
Παῦλος, φησί· Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει, στενάζομεν βαρούμενοι, ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι, ἵνα τὸ θνητὸν καταποθῇ ὑπὸ τῆς ζωῆς. Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεὸς, ὁ καὶ δοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Ἀῤῥαβῶνα ζωῆς τὸ Πνεῦμα διδόσθαι φησὶν, ὡς τοῦτο κατὰ φύσιν ὑπάρχον· τὸ γὰρ Πνεῦμα ζωοποιεῖ. Ἀλλ' εὑρίσκομεν ὅτι τὸ εἶναι κατὰ φύσιν ζωὴ, μόνῳ πρόσεστι τῷ Θεῷ καὶ Πατρὶ, καὶ τῷ ἐξ αὐτοῦ προελθόντι Λόγῳ. Ὥσπερ γὰρ, φησὶν, ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκεν ἔχειν ζωὴν ἐν ἑαυτῷ. Καὶ πάλιν· Ὥσπερ γὰρ ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Οὐκοῦν εἰ ζωοποιοῦντος τοῦ Πατρὸς, ζωοποιοῦντος δὲ ὁμοίως καὶ τοῦ Υἱοῦ, ζωοποιεῖ καὶ τὸ Πνεῦμα, πῶς ἔσται κτίσμα ἢ ποίημα, τὸ Πατρὶ καὶ Υἱῷ προσεοικὸς, καὶ τῆς οὐσίας ἔχον τὴν ταυτότητα; ΑΛΛΟ, εἰς τὸ αὐτὸ συλλογιστικῶς. Εἰ ποίημα καὶ κτίσμα τὸ Πνεῦμα ὑπάρχον, κατὰ τοὺς ἀνοήτους αἱρετικοὺς, ζωοποιεῖν δύναται τοὺς ἐν οἷς ἂν γένοιτο, οὐδὲν ἐν Θεῷ τὸ ἐξαίρετον ζωοποιοῦντι καὶ αὐτῷ, ἐνέργειαν δὲ πάντως τὴν αὐτὴν εἶναι δώσομεν ποιητοῦ καὶ ποιήματος. Εἶτα πῶς ἐκ διαφόρου καὶ παρηλλαγμένης οὐσιώδους ποιότητος, ἴση καὶ ἀπαράλλακτος ἂν δοθήσεται δύναμις; Τὰ γὰρ μίαν ἔχοντα τὴν ἐνέργειαν, ἕνα καὶ τὸν τοῦ πῶς ἐστι φορέσει λόγον. Ὥρα τοίνυν ἢ τὸ Θεὸν εἰς τὸν τῶν ποιημάτων καταφέρειν ὅρον, ἢ τῷ ποιήματι τὸν τῇ Θεότητι πρέποντα λόγον ἀπονέμειν, εἴπερ, κατ' ἐκείνους, ποίημα καὶ κτίσμα τὸ Πνεῦμα ὑπάρχον, ἴσην τῷ Θεῷ τὴν ἐνέργειαν ἔχει. Καὶ συγκέχυται λοιπὸν τὰ πάντη κατὰ φύσιν ἄμικτα. Ἀλλὰ τοῦτο ἄτοπον, καὶ οὐδὲν 75.608 τῶν οὐσιωδῶς προσόντων τῷ Θεῷ, πρόσεστι ποιήματι, ὥσπερ καὶ αὐτῷ. Ζωοποιεῖ δὲ τὸ Πνεῦμα, ζωοποιοῦντος τοῦ Θεοῦ καὶ Πατρός. Καὶ πῶς ἔσται ποίημα τὸ ἔχον ἐν ἑαυτῷ φυσικῶς τῆς θείας οὐσίας τὸ ἴδιον καὶ ἐξαίρετον; Οὐκοῦν ἐκ Θεοῦ καὶ Θεὸς τὸ Πνεῦμα· καὶ οὐ κτίσμα, κατά τινα τῶν ἀνοήτων, οἷς ἀεὶ γλυκὺς ὁ πρὸς τὴν ἀλήθειαν πόλεμος. ΑΛΛΟ. Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινὰ, τὰ δὲ πάντα ἐκ Θεοῦ. Οὐκοῦν ἐπειδήπερ ἀνακαινίζοντος ἡμᾶς τοῦ Χριστοῦ, καὶ εἰς νέαν μετατιθέντος ζωὴν, τὸ Πνεῦμα ἀνακαινίζον λέγεται, κατὰ τὸ ἐν Ψαλμοῖς ᾀδόμενον· Ἐξαποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς, ἀνάγκη τὸ Πνεῦμα τῆς οὐσίας ὁμολογεῖν τοῦ Υἱοῦ. Ὡς γὰρ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχον καὶ ἐπὶ τὴν κτίσιν παρ' αὐτοῦ πεμπόμενον τὸν ἀνακαινισμὸν ἐργάζεται, συμπλήρωμα τῆς ἁγίας ὑπάρχον Τριάδος. Εἰ δὲ τοῦτο, Θεὸς ἄρα καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα, καὶ οὐ ποίημα. ΑΛΛΟ. Ἥδιστα οὖν μᾶλλον καυχήσομαι, φησὶν, ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Εἰ δὲ τὸ Πνεῦμά ἐστι τὸ ἐπισκηνοῦν καὶ κατοικοῦν ἐν ἡμῖν, καὶ δι' αὐτοῦ Χριστὸς, δύναμις ἄρα αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ δὲ τοῦτο, πῶς ἔσται ποίημα τὸ φύσει προσὸν τῷ Υἱῷ; Ὥρα γὰρ λέγειν σύνθετον εἶναι τὸν οὐδεμίαν ἔχοντα διπλόην Θεὸν Λόγον, ἔκ τε γενητῆς καὶ ἐκ τῆς οἰκείας συγκείμενον φύσεως. Εἰ δὲ τοῦτο ἄτοπον, οὐ κτιστὸν τὸ Πνεῦμα ἢ ποιητὸν, ἀλλ' ἐκ τῆς ἀπερινοήτου καὶ θείας οὐσίας, ὡς δύναμις αὐτῆς καὶ ἐνέργεια φυσική. ΑΛΛΟ. Ἑαυτοὺς πειράζετε, εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι Χριστὸς Ἰησοῦς ἐν ὑμῖν ἐστιν, εἰ μή τι ἀδόκιμοί ἐστε; Ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Οὐκοῦν ἐπειδήπερ ἐν τοῖς δοκίμοις κατοικοῦντος τοῦ Πνεύματος, Χριστός ἐστιν ὁ κατοικῶν, ἀνάγκη λέγειν αὐτὸ τῆς θείας ὑπάρχειν οὐσίας, ἧς καὶ ἐργάζεται κοινωνοὺς τοὺς μετασχόντας αὐτοῦ. Οὐ γὰρ δή που φήσειεν ἄν τις, εἴ γε νοῦν ἔχοι, διὰ κτίσματος τὴν τοῦ Θεοῦ μετοχὴν ἐν ἡμῖν ἀποτελεῖσθαι, εἴπερ ἔκφυλα παντελῶς καὶ ἀλλήλοις ἀνόμοια, καὶ πολὺ τὸ διεῖργον μεταξὺ γενητῆς τε καὶ ἀγενήτου οὐσίας. ΑΛΛΟ. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος, μετὰ πάντων ὑμῶν. Ἀμήν. Ἰδοὺ πάλιν ἐνθάδε συμπληρωτικὸν τῆς ἁγίας Τριάδος τὸ Πνεῦμα φαίνεται. Πῶς οὖν εἷς, πῶς δὲ ἁπλοῦς