194
ἀναγκάζονται πρόσωπα μόνον ὁμολογεῖν διάφορα, καὶ ἐν τῷ περιίστασθαι λέγειν τρεῖς ὑποστάσεις εὑρίσκονται μὴ φεύγοντες τὸ τοῦ Σαβελλίου κακόν, ὃς καὶ αὐτὸς πολλαχοῦ συγχέων τὴν ἔννοιαν ἐπιχειρεῖ διαιρεῖν τὰ πρόσωπα, τὴν αὐτὴν ὑπόστασιν λέγων πρὸς τὴν ἑκάστοτε παρεμπίπτου σαν χρείαν μετασχηματίζεσθαι. 236.7 Καὶ περὶ ὧν ἠρώτησας, πῶς τὰ μέσα καὶ τὰ διάφορα περὶ ἡμᾶς οἰκονομεῖται, εἴτε συντυχίᾳ τινὶ αὐτομάτῳ, εἴτε ἐπὶ δικαίᾳ τοῦ Θεοῦ προνοίᾳ, ἐκεῖνό φαμεν ὅτι ὑγίεια καὶ νόσος, πλοῦτος καὶ πενία, δόξα καὶ ἀτιμία, καθὸ μὲν οὐ ποιεῖ τοὺς ἔχοντας ἀγαθοὺς οὐκ ἔστι τῶν κατὰ φύσιν ἀγαθῶν, καθὸ δὲ εὔροιάν τινα παρέχεται τῷ βίῳ αἱρετώτερά ἐστι τῶν ἐναντίων τὰ προηγούμενα καὶ ἔχει τινὰ ἀξίαν λεγόμενα. Ταῦτα μέντοι τοῖς μὲν οἰκονομίας ἕνεκεν δίδοται παρὰ τοῦ Θεοῦ, ὡς τῷ Ἀβραὰμ καὶ τῷ Ἰὼβ καὶ τοῖς τοιούτοις. Τοῖς δὲ φαυλοτέροις πρόκλησις τοῦ βελτιωθῆναι κατὰ τὸν τρόπον, ὡς ὅγε μετὰ τοσαύτην παρὰ Θεοῦ δεξίωσιν ἐπιμένων τῇ ἀδικίᾳ ἀναντιρρήτως ἑαυτὸν ὑπόδικον τῇ κατακρίσει καθίστησιν. Ὁ μέντοι δίκαιος οὔτε παρόντος ἐπιστρέφεται τοῦ πλούτου οὔτε μὴ παρόντα ἐπιζητεῖ· οὐ γὰρ ἀπολαυστικός ἐστι τῶν δεδομένων, ἀλλ' οἰκονομικός. Οὐδεὶς δὲ τῶν νοῦν ἐχόντων ἐπιτρέχει τῇ ἀσχολίᾳ τῆς τῶν ἀλλοτρίων διανομῆς, ἐὰν μὴ πρὸς τὴν τῶν πολλῶν ἀποβλέπῃ δόξαν, οἳ θαυμάζουσι καὶ ζηλοῦσι τοὺς ἐν ἐξουσίᾳ τινὶ καθεστῶτας. Τὴν δὲ νόσον ὡς ἄθλησιν οἱ δίκαιοι δέχονται, μεγάλους ἐπὶ τῇ ὑπομονῇ ἀναμένοντες τοὺς στεφάνους. Ἄλλον δέ τινα ἐφιστᾶν τῇ διοικήσει τούτων οὐκ ἀπεμφαῖνον, ἀλλ' ἀσεβές.
237.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ
237.1 Ἐγὼ καὶ διὰ τοῦ βικαρίου τῆς Θρᾴκης ἐπέστειλα τῇ θεοσεβείᾳ σου, καὶ
διά τινος πραιποσίτου τῶν κατὰ Φιλιπ πούπολιν θησαυρῶν ἐκ τῆς ἡμετέρας ἐπὶ τὴν Θρᾴκην διαβαίνοντος ἔγραψα ἑτέρας ἐπιστολάς, καὶ παρεκάλεσα αὐτὸν ἀνελέσθαι, ὅταν ἀπαίρῃ. Ἀλλ' οὔτε ὁ βικάριος ὑπε δέξατο ἡμῶν τὰ γράμματα. Περιοδευόντων γὰρ ἡμῶν τὴν παροικίαν, ἐπιστὰς τῇ πόλει ἑσπέρας, ὄρθρου βαθέος πάλιν ἀπήλασεν, ὥστε τοὺς οἰκονόμους λαθεῖν τῆς ἐκκλησίας τὴν τοῦ ἀνδρὸς ἐπιδημίαν καὶ οὕτω μεῖναι παρ' ἡμῖν τὰ γράμ ματα. Ὁ δὲ πραιπόσιτος, τάχα ἀβουλήτου τινὸς αὐτὸν περιστάσεως κατασχούσης, ἐξώρμησε μήτε τὰς ἐπιστολὰς ἀνελόμενος μήτε ἡμᾶς θεασάμενος. Ἄλλου δὲ οὐδενὸς ἦν ἐπιτυχεῖν· ὅθεν ἐμείναμεν λυπούμενοι, ὅτι μήτε ἐπιστέλ λειν ἡμῖν ἔξεστι μήτε δέχεσθαι παρὰ τῆς σῆς θεοσεβείας γράμματα. Καίτοι ἐβουλόμην, εἴ μοι ἦν δυνατόν, τὰ ἐφ' ἑκάστης ἡμέρας συμπίπτοντα ἡμῖν διαγγέλλειν σοι. Οὕτω γὰρ πολλὰ καὶ παράδοξά ἐστι τὰ πράγματα, ὥστε ἱστορίας ἐφημερίδος χρῄζειν, ἣν καὶ συνέταξα, εὖ ἴσθι, εἰ μὴ τῇ συνεχείᾳ τῶν προσπιπτόντων τοὺς λογισμοὺς εἶχον τῶν προκειμένων ἐκκρουομένους. 237.2 Ἐπεδήμησεν ἡμῖν βικάριος, τὸ πρῶτον καὶ μέγιστον τῶν ἡμετέρων κακῶν· ἄνθρωπος, εἰ μὲν καὶ αἱρετικὸς τὸ φρόνημα οὐκ ἐπίσταμαι (οἶμαι γὰρ αὐτὸν παντὸς ἄπειρον εἶναι λόγου καὶ μηδὲ ἔχειν τινὰ σπουδὴν μηδὲ μελέτην περὶ τὰ τοιαῦτα· ἐν ἄλλοις γὰρ αὐτὸν ὁρῶ τῇ ψυχῇ καὶ τῇ σαρκὶ νύκτωρ καὶ μεθ' ἡμέραν ἐνασχολούμενον), πλὴν ἀλλὰ φιλαιρετικὸς καὶ οὐ πλέον ἐκείνους φιλῶν ἢ πρὸς ἡμᾶς ἀπεχθῶς ἔχων. Συνεκρότησε μὲν γὰρ σύνοδον ἀθετούντων ἐν μέσῳ τῷ χειμῶνι ἐπὶ τῆς Γαλατίας· καὶ ἐξέβαλε μὲν τὸν Ὕψιν, ἀντικατέστησε δὲ τὸν Ἐκδίκιον. Ἀγώγιμον δὲ προςέταξε γενέσθαι τὸν ἀδελφὸν τὸν ἐμὸν ὑπὸ ἑνὸς ἀνθρώπου καὶ τούτου ἀσήμου, αἰτιαθέντα. Εἶτα μικρὸν ἀσχοληθεὶς περὶ τὸ στρατόπεδον πάλιν ἡμῖν ἐπῆλθε θυμοῦ καὶ φόνου πνέων, καὶ πάντας μὲν μιᾷ φωνῇ τοὺς ἱερατικοὺς τῆς ἐν Καισαρείᾳ Ἐκκλησίας παρέδωκε τῇ Βουλῇ. Ἐν δὲ Σεβαςτείᾳ ἐκαθέσθη πολλὰς ἡμέρας φυλοκρινῶν, καὶ τοὺς μὲν ἡμῖν