οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἦν οὖν ἔλεγχος ἁμαρτίας, ἐπαράτους ἀποφαίνων τοὺς ἁμαρ τάνοντας. Γέγραπται γὰρ, ὅτι "Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμενεῖ πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, τοῦ ποιῆσαι αὐτά." Ὅτι δὲ οἷς ἔφην, ἕψεται πάντως τὸ ἀληθὲς, πιστώσεται πάλιν ὁ ἱερώτατος Παῦλος. Γέγραφε γὰρ, "Ὅτι ὁ νόμος, τῶν παραβάσεων χάριν ἐτέθη." Καὶ πάλιν, "Νό μος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα." Ἀσθενούντων γὰρ τῶν ὑπὸ τὸν νόμον, καὶ πλημμε λούντων ἀεὶ, πεπλεόνακε τὸ παράπτωμα. Ἐλέγχον τος τοιγαροῦν τοῦ νόμου τῶν ὑπ' αὐτῷ τὴν ἀσθένειαν, λοιπὸν ἐδέησεν ἀναγκαίως τοῖς ἐπὶ τῆς γῆς τοῦ δι καιοῦντος ἐν πίστει, καὶ οὐκ ἐξ ἔργων νόμου· Χριστὸς δὲ οὗτος ἦν, περὶ οὗ γέγραπται· "Ἔτι μικρὸν, ἕτι μικρὸν ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται. Θυσίαν μὲν γὰρ καὶ προσφορὰν οὐκ ἠθέλησεν ὁ τῶν ὅλων Θεός. Ὁλο καυτώματα δὲ καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησεν," ἐπειδὴ δὲ, ὡς αὐτὸς ἔφη Χριστὸς, "Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν." γʹ. Ταῦτα διδάσκων ἐν συναγωγαῖς διετέλει, προσ επάγων τοῖς λόγοις τὰς θεοσημείας, καὶ τὰ μόνῃ πρέποντα τῇ ὑπὲρ πάντα φύσει, ταῦτα κατορθῶν καὶ λίαν ἀμογητὶ, μᾶλλον δὲ πανσθενεστάτῳ νεύματι. Ἕργον γὰρ ἦν αὐτῷ καὶ τὸ ἐθελῆσαι μόνον. Σκληρὰν δὲ καὶ ἀκαρπῆ τὴν διάνοιαν ἔχοντες κατεφωρῶντο οἱ ἐξ Ἰσραήλ. Ἀντέπραττον γὰρ τοῖς δι' αὐτοῦ θεσπίσμασιν, ὀλίγου μὲν παντελῶς ἀξιοῦντες λόγου τὰς θεοσημείας, ἀποταυρούμενοι δὲ πρὸς ἀκράτους ὀρ γὰς, καὶ παλιμφήμους ἱέντες φωνάς. Τὸν γάρ τοι καλοῦντα πρὸς ζωὴν, καὶ ἀρετῆς ἅπασιν ἐναστρά πτοντα γνῶσιν, Σαμαρείτην ἀπεκάλουν, φάγον τε καὶ οἰνοπότην ὠνόμαζον, καὶ ἐκ πορνείας γεγεννη μένον, καὶ τέκτονος υἱόν. Καὶ διὰ ποίαν αἰτίαν; Οὐ γὰρ ἤθελον ὀρθὰς ἔχειν τοῦ βίου τὰς τροχιάς. Σειραῖς τοιγαροῦν τῶν οἰκείων κατεσφιγμένοι παθῶν, καὶ τῆς φιλοσαρκίας τὸν ῥύπον ἀναπόβλητον ἔχοντες, καὶ λημμάτων οὐχ ὁσίων ἡττώμενοι, τοὺς ἀποφέρει εἰ δότας εἰς εὐκοσμίαν οὐ προσίεντο λόγους. Ἠλέγχοντο γοῦν διαῤῥήδην, λέγοντος τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· "Πᾶς ὁ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ." Τί οὖν ἄρα πεπράχασιν οἱ φῶς τὸ θεῖον εἰς νοῦν ἔχειν οὐκ ἀνασχόμενοι; Ἐλοιδόρουν, ὡς ἔφην, τὸν καλοῦντα πρὸς ζωὴν, λίθοις ἔβαλ[λ]ον τὸ ἀληθὲς πρεσβεύοντα, καὶ τελευτῶντες ἐσταύρωσαν, ψευδῆ συνθέντες ῥημάτια, καὶ τὸν ἁπάσης ἁμαρτίας ἐλεύ θερον, ὑπὸ νόμον ἄγοντες καὶ γραφήν. Οἱ μὲν γὰρ 77.968 ἔφασκον ἐπί τε Πιλάτου καὶ Καϊάφα· "Τοῦτον εἴδο μεν ἀνασίοντα τοὺς ὄχλους, καὶ κωλύοντα φόρους διδόναι Καίσαρι·" οἱ δὲ, ὅτι "∆εδυσφήμηκε κατὰ τοῦ θείου ναοῦ." Ἀλλ' ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀπομεμένηκεν ἑκὼν τὸν κατὰ σάρκα θάνατον, ἵνα πατήσας αὐτὸν, καὶ ἐγηγερμένος ἐκ νεκρῶν, ζωὴ καὶ ζωοποιὸς, διά τε τοῦτο Θεὸς ὑπάρχων γνωρίζε ται. Οὐ γὰρ καθ' ἕνα τῶν καθ' ἡμᾶς ἀπομεμένηκεν ἐν νεκροῖς· ἀνεβίω δὲ μᾶλλον, καινοτομῶν τῇ ἀν θρώπου φύσει τῆς ἐκ νεκρῶν ἀναστάσεως τὴν ὁδόν. Καὶ πιστώσεται γράφει Παῦλος· "Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται." Ῥίζα τοιγαροῦν γέγονεν ἡμῖν καὶ ὁδὸς καὶ πρόφασις τῆς εἰς ἀφθαρ σίαν ἐλπίδος ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Βεβα σίλευκε μὲν γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ καὶ μέχρι Μω σέως. Ἐκπέπτωκε δὲ τῆς καθ' ἡμῶν τυραννίδος, καὶ ἠτόνησεν ἐν Χριστῷ. Τικτόμεθα γὰρ, οὐκέτι πρὸς θάνατον, ὡς ἐκ σπορᾶς ὄντες φθαρτῆς, ἀλλ' εἰς ἐλπίδα ζωῆς, ἀρχὴν λαβόντες εἰς τοῦτο Χριστόν. Γράφει οὖν ὁ θεσπέσιος Παῦλος τοῖς εἰς αὐτὸν πι στεύσασιν· "Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέ κρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χρι στὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ." Ἥξει γὰρ, ἥξει κατὰ και ροὺς, ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, καὶ καταβήσεται πάλιν ἐξ οὐρανοῦ μετὰ τῶν ἁγίων ἀγγέλων, "ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ," καθὼς γέ γραπται. Ὡς οὖν τῷ θείῳ βήματι παραστησόμενοι, καὶ τῆς