1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

195

κοινωνοῦντας βουλευτὰς ὀνομάζων καὶ καταδικάζων τῇ ὑπηρεσίᾳ τῶν δημοσίων, τοὺς δὲ τῷ Εὐσταθίῳ προσκει μένους ταῖς μεγίσταις τιμαῖς περιέπων. Πάλιν σύνοδον περὶ Νύσσαν Γαλατῶν καὶ Ποντικῶν συγκροτηθῆναι προσέ ταξεν. Οἱ δὲ ὑπήκουσαν καὶ συνδραμόντες ἔπεμψάν τινα ταῖς Ἐκκλησίαις, ὃν οὐκ ἂν ἑλοίμην ἐγὼ εἰπεῖν ὁποῖος, εἰκάζειν δὲ ἔξεστι τῇ σῇ φρονήσει ποταπὸν εἰκὸς εἶναι τὸν τοιαύταις προαιρέσεσιν ἀνθρώπων ὑπηρετούμενον. Καὶ νῦν ὅτε ταῦτα ἐπέστελλον, τὸ αὐτὸ τοῦτο σύνταγμα ἐπὶ τὴν Σεβάστειαν ὥρμησε, τῷ τε Εὐσταθίῳ συναφθῆναι καὶ μετ' αὐτοῦ τὰ τῶν Νικοπολιτῶν καταστρέψασθαι· ὁ γὰρ μακά ριος Θεόδοτος κεκοίμηται. Καὶ τέως μὲν τὰς πρώτας τοῦ βικαρίου προσβολὰς γενναίως καὶ καρτερῶς ἀπεκρούσαντο. Πείθειν γὰρ αὐτοὺς ἐπειρᾶτο δέξασθαι τὸν Εὐστάθιον καὶ δι' αὐτοῦ λαβεῖν τὸν ἐπίσκοπον. Ὡς δὲ εἶδεν αὐτοὺς ἑκόν τας οὐκ ἐνδιδόντας, νῦν πειρᾶται βιαιοτέρᾳ χειρὶ ἐγκατα στῆσαι τὸν διδόμενον. Ὑποθρυλεῖται δέ τις καὶ συνόδου προσδοκία, καθ' ἣν προαιροῦνται καλέσαντες ἡμᾶς ἢ λαβεῖν κοινωνοὺς ἢ χρήσασθαι τῇ συνηθείᾳ. Τὰ μὲν οὖν τῶν Ἐκκλη σιῶν τοιαῦτα. Ἐγὼ δὲ αὐτὸς ὅπως διάκειμαι κατὰ τὸ σῶμα σιωπᾶν ἡγοῦμαι βέλτιον εἶναι ἢ γράφειν, διότι τὰ μὲν ἀληθῆ λέγων λυπήσω, ψεύσασθαι δὲ οὐκ ἀνέχομαι.

238.τ ΝΙΚΟΠΟΛΙΤΑΙΣ ΠΡΕΣΒΥΤΕΡΟΙΣ

238.1 Ἐδεξάμην τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν, καὶ οὐδὲν ἔσχον

καινότερον τῶν ἐγνωσμένων ἤδη παρ' αὐτῶν διδαχ θῆναι. Καὶ γὰρ ἔφθασεν ἡ φήμη εἰς πᾶσαν τὴν περιοικίδα, τοῦ παρ' ὑμῖν καταπεσόντος τὴν αἰσχύνην περιαγγέλλουσα, ὃς ἐπιθυμίᾳ δόξης κενῆς τὴν αἰσχίστην ἑαυτῷ συνήγαγεν ἀτιμίαν καὶ εὑρέθη τῶν μὲν ἐπὶ τῇ πίστει μισθῶν διὰ τὴν φιλαυτίαν ἐκπεσών, αὐτὸ δὲ τὸ δύστηνον δοξάριον, οὗ ἐπιθυμήσας ἐπράθη τῇ ἀσεβείᾳ, οὐκ ἔχων διὰ τὸ δίκαιον μῖσος τῶν φοβουμένων τὸν Κύριον. Ἀλλὰ ἐκεῖνος μὲν τοῦ παντὸς ἑαυτοῦ βίου ἐναργέστατον ἐξήνεγκε δεῖγμα ἐκ τῆς νῦν προαιρέσεως, ὅτι οὐδέποτε ἔζη ἐπ' ἐλπίδι τῶν ἀποκει μένων ἡμῖν ἐπαγγελιῶν παρὰ τοῦ Κυρίου· ἀλλὰ εἴ τι αὐτῷ ἐπραγματεύετο τῶν ἀνθρωπίνων καὶ ῥήματα πίστεως καὶ πλάσμα εὐλαβείας, πάντα πρὸς τὴν τῶν ἐντυγχανόντων ἀπάτην ἐπετηδεύετο. Ὑμᾶς δὲ τί καταπονεῖ τὸ συμβάν; Τί χείρους ἑαυτῶν γεγόνατε παρὰ τοῦτο; Ἔλειψεν εἷς ἐκ τοῦ πληρώματος ὑμῶν· εἰ δὲ καὶ συναπῆλθέ που ἄλλος εἷς ἢ δεύτερος, ἐλεεινοὶ τοῦ πτώματος οὗτοι, ὑμῶν δὲ τὸ σῶμα ὁλόκληρόν ἐστι τῇ τοῦ Θεοῦ χάριτι. Καὶ γὰρ καὶ τὸ ἀχρειω θὲν ἀπερρύη καὶ οὐκ ἐκολοβώθη τὸ μένον. Εἰ δὲ ἀνιᾷ ὑμᾶς ὅτι τῶν τοίχων ἐξεβλήθητε, ἀλλ' ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεσθε καὶ ὁ ἄγγελος ὁ τῆς Ἐκκλησίας ἔφορος συναπῆλθεν ὑμῖν. Ὥστε κενοῖς τοῖς οἴκοις ἐγκατα κλίνονται καθ' ἑκάστην ἡμέραν, ἐκ τῆς διασπορᾶς τοῦ λαοῦ βαρὺ ἑαυτοῖς τὸ κρίμα κατασκευάζοντες. Εἰ δέ τις καὶ κόπος ἐστὶν ἐν τῷ πράγματι, πέπεισμαι τῷ Κυρίῳ μὴ εἰς κενὸν ὑμῖν ἀποβήσεσθαι τοῦτο. Ὥστε ὅσῳ ἂν ἐν πλείοσι πειρατηρίοις γένησθε, τοσούτῳ πολυτελέστερον τὸν παρὰ τοῦ δικαίου Κριτοῦ μισθὸν ἀναμένετε. Μήτε οὖν δυσφορεῖτε τοῖς παροῦσι μήτε ἀποκάμνετε τῇ ἐλπίδι. Ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ἥξει πρὸς ὑμᾶς ὁ ἀντιλαμβανόμενος ὑμῶν καὶ οὐ χρονιεῖ.

239.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ

239.1 Ἔδωκεν ὁ Κύριος ἡμῖν καὶ νῦν διὰ τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου

ἀδελφοῦ ἡμῶν Ἀντιόχου τοῦ συμπρεσβυ τέρου προσφθέγξασθαί σου τὴν ὁσιότητα, καὶ σὲ μὲν παρα καλέσαι τὰ συνήθη ποιεῖν, προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἑαυτοῖς δὲ