οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἑαυτῶν ζωῆς ἀποδώσοντες λόγους, ἁγίως πολιτευσώμεθα, καὶ πάντα τρόπον ἐπιεικείας ἐπιτη δεύσωμεν, καθαρίζοντες ἀπὸ παντὸς μολυσμοῦ σαρ κὸς καὶ πνεύματος ἑαυτοὺς, ἀρκούμενοι τοῖς παροῦ σιν, ὀχληρὸν ἑτέρως τὸ περιττὸν ἡγούμενοι, συναλ γοῦντες τοῖς κάμνουσι, τοῖς ἐν ἱδρῶσι συγκαθιστά μενοι, μνημονεύοντες τῶν δεσμίων ὡς συνδεδεμένοι, τοὺς ἐν ἀῤῥωστίαις ὄντας παραμυθούμενοι, ὀρφα νοῦ καὶ χήρας δάκρυον ἐποικτείροντες, ἐπικουροῦν τες ὡς ἔνι τοῖς ἐν πτωχείᾳ κατηχθημένοις, καὶ ἀπαξ απλῶς παντὸς ἀγαθοῦ πράγματος ἐπιμεληταὶ γινό μενοι. Οὕτω γὰρ ἁγίαν καὶ πάναγνον ἐπιτελέσομεν ἑορτὴν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ ἑκκαιδεκάτης τοῦ Μεχὶρ μηνὸς, τῆς δὲ ἑβδομά δος τοῦ εὐαγοῦς καὶ σωτηριώδους Πάσχα ἀπὸ μιᾶς εἰκάδος τοῦ Φαμενὼθ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ ἕκτῃ καὶ εἰκάδι τοῦ Φαμενὼθ μηνὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτου, κατὰ τὰ εὐαγγελικὰ κη ρύγματα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυ ριακῇ τῇ ἑβδόμῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαμενὼθ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς· ἵνα καὶ τὸν καιρὸν τῆς ἀνέσεως συγχορεύσαντες τοῖς ἁγίοις ἐν οὐρανῷ σκιρτῶσι καὶ χαίρουσι, τῆς αὐτῶν ἀξιωθῶμεν κοινωνίας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ Λʹ.
αʹ. Τοῖς τὸ σεπτὸν καὶ θεῖον ἱερουργοῦσι κήρυγμα, τὸ διά γέ φημι τοῦ
πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς τοῦ Ψάλλοντος λύρας δια κελεύεται λέγον· "Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν. Ὅτι πρόσταγμα τῷ Ἰσραήλ ἐστι, καὶ κρίμα τῷ Θεῷ Ἰακώβ." Νουμηνίαν δέ φασιν ἐν τούτοις τὸν νέον, καὶ οἷον ἀρτι θαλῆ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸν, "καθ' ὃν τὰ ἀρχαῖα πάντα παρελήλακε, γέγονε δὲ τὰ πάντα καινὰ," κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν, καὶ ἀρχή τις ὥσπερ αἰῶνος νέου. Χρὴ τοίνυν ἡμᾶς σαλπίζειν ἐν αὐτῷ, τουτέστιν, εὐσημοτάτην τε καὶ διαπρύσιον ἱέντας ἠχὴν, τοῖς ἁπανταχόσε λέγειν· "Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορ τὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσια στηρίου." Τί δ' ἂν βούλοιτο δηλοῦν τὸ "ἐν τοῖς πυ κάζουσι συστῆναι τὴν ἑορτὴν," διειπεῖν εὖ μάλα πει ράσομαι· ἐγήγερται μὲν γὰρ ἡ ἀρχαία σκηνὴ κατὰ τὴν ἔρημον· ἀλλ' ἦν ἐν θέσει διπλῇ· μία μὲν γὰρ ἦν ἡ πρώτη, τὸ τῆς κατὰ νόμον λατρείας ἔχουσα θυ σιαστήριον, ἐν ᾗ βουθυτεῖν ἐπετάττοντο, καὶ μηλο σφαγίαις κεχρῆσθαι, καὶ καπνοῖς, οἱ διὰ σκιᾶς ἔτι καὶ τύπων τιμῶντες Θεόν. ∆ευτέρα δὲ προσευχῆς τῇ πρώτῃ καὶ ἐσωτέρα, καταπετάσματος διορίζοντος, ὄνομα δὲ αὐτῷ τὰ Ἅγια τῶν ἁγίων. Ἐνταῦθα τὸ θυσιαστήριον ἦν εἰς τύπον Χριστοῦ, πυκαζόντων αὐτὸ ταῖς πτέρυξι τῶν Χερουβὶμ, καὶ κύκλῳ περιεστηκό των, καὶ τὸ τῆς λειτουργίας τελούντων σχῆμα, καὶ περιεπόντων ὡς Θεόν. Ἔκειτο δὲ καὶ χρυσοῦν ἐκεῖ θυσιαστήριον, ἐφ' ᾧ τὸ λεπτὸν καὶ σύνθετον ἐθυμιᾶτο μύρον, ἐκ πολλῶν ἀρωμάτων εὖ μάλα διηρτημένον. Ἀλλ' ὡς ὁ πάντα σοφὸς γράφει Παῦλος, "Τούτων οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διαπαντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦν τες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει περὶ ἐαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· τοῦτο δη λοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου μήπω πεφανερῶ σθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν, ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ' ὃν δῶρά τε καὶ θυσίαι προσφέρον ται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα." Ἕως μὲν οὖν ἡ κατὰ νόμον τὸν διὰ