Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
συντάττοντες, καὶ οὐχὶ μᾶλλον ἐκ τῆς θείας φύσεως ὁμολογοῦντες ὑπάρχειν, τὸ ἐξ αὐτῆς οὐσιωδῶς προερχόμενον, καὶ ἐν Θεοῦ τάξει κατοικοῦν ἐν ἡμῖν; ΑΛΛΟ. Ἐμοὶ, φησὶ, τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι τίς ἡ οἰκονομία τοῦ μυστηρίου, τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι. Εἶτα πάλιν ἐν τοῖς ὀλίγον ὀπίσω φησί· Καθὼς προέγραψα ὑμῖν ἐν ὀλίγῳ πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι. Εἴπερ οὖν ἐστιν ἀληθὴς ὁ προφήτης βοῶν· Τίς ἔγνω νοῦν Κυρίου; πρόδηλον ὅτι τῶν πεποιημένων οὐδὲν τὴν θείαν οἶδε βουλήν· ἐπὶ μὲν οὖν ἀνθρώπων ὅταν λέγηται, τοῦτο παῖς τις, οἶμαι, συνθήσεται. Ἀλλ' ἴδωμεν, εἴ τῳ δοκεῖ, καὶ τὰς ἐν τοῖς οὐρανοῖς ἁγίας δυνάμεις, εἰ μὴ τῆς τοιαύτης λείπονται τιμῆς. ∆έχου μοι τοίνυν τὸν ἐν τῷ Ζαχαρίᾳ προσευχόμενον ἄγγελον καὶ λέγοντα· Κύριε παντοκράτορ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος; Πῶς οὖν εἴπερ ᾔδει, προσῄει μανθάνειν ἀξιῶν; Ἀλλ' ἔστι δῆλον ὡς ἀγνοεῖ. Οὐκοῦν εἰ τῶν ἄλλων οὐδενὸς τὴν θείαν εἰ 75.613 δότος βουλὴν, τὸ Πνεῦμα ταύτην ἐρευνᾷ καὶ περιεργάζεται, καὶ οἶδε τὰ βάθη τοῦ Θεοῦ, καὶ τὰ κεκρυμμένα ἐν αὐτῷ τοῖς ἁγίοις ἀποκαλύπτει καὶ καθίστησι φανερά· πῶς ἂν εὐλόγως ἀποτέμνοιτο τῆς πρὸς Θεὸν ὁμοουσιότητος; Πῶς δὲ οὐχὶ πάντως ἐξ αὐτοῦ τὸ ἐν αὐτῷ φυσικῶς ὑπάρχον ὡς Πνεῦμα αὐτοῦ, καὶ εἰδὸς πάντα τὰ ἐν αὐτῷ; Εἰ δὲ τοῦτο, οὐ κτίσμα, οὐδὲ ποίημά ἐστιν. Ἐκ τῆς Ἰακώβου Ἐπιστολῆς. Μὴ πλανᾶσθε, φησὶ, ἀδελφοί μου ἀγαπητοί. Πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φωτῶν. Εἰ ἐκ τοῦ Πατρὸς τῶν φωτῶν ἡ ποικίλη τῶν θείων χαρισμάτων καταπέμπεται δόσις, φησὶ δὲ ὁ Παῦλος ταῦτα πάντα ἐνεργεῖν τὸ Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται, πῶς οὐ Θεὸς ἐκ Θεοῦ καὶ ἐν τῷ Θεῷ Πνεῦμα, τὸ πάντα ἐνεργοῦν τὰ τῷ Θεῷ πρέποντα, καὶ τοῦτο ἐξουσιαστικῶς; Οὐκοῦν οὐ κτίσμα, καθάπερ ἐκεῖνοι ληροῦντές φασι. Ἐκ τῆς Πέτρου Ἐπιστολῆς. Σωφρονήσατε οὖν, φησὶ, καὶ νήψατε εἰς προσευχὰς, πρὸ πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν· φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ. Ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ. Ὄρα δή μοι πάλιν, ὅτι τοῦ ἁγίου Πνεύματος ἐξουσιαστικῶς, καὶ καθὼς ἂν βούληται τὰ θεῖα χαρίσματα διανέμοντός τε καὶ ἑκάστῳ τῶν ἁγίων ἐπιμερίζοντος, ὁ θαυμάσιος Πέτρος ἐκ Θεοῦ τῆς τοιαύτης χάριτος τὴν ποικιλίαν τε καὶ δόσιν εἶναι διϊσχυρίζεται, οὐκ ἀλλότριον τῆς θείας φύσεως τὸ Πνεῦμα εἰδώς. Θεὸν οὖν τὸ Πνεῦμα καλοῦντος τοῦ Πέτρου, πῶς οὐ δυσσεβὴς ὁμοῦ καὶ παράφρων ὁ τοῖς ποιήμασιν ἐναρίθμιον τοῦτο τιθεὶς, καὶ τοῖς τῶν ἁγίων ἀποστόλων κηρύγμασιν ἀντιφθέγγεσθαι ῥιψοκινδύνως κατατολμῶν; Ἐκ τῆς Ἰωάννου Ἐπιστολῆς. Ταῦτα, φησὶ, ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς. Καὶ ὑμεῖς τὸ χρίσμα ὃ ἐλάβετε παρ' αὐτοῦ, μενεῖ τε ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ' ὡς τὸ αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστι, καὶ οὐκ ἔστι ψεῦδος. Καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, μένετε ἐν αὐτῷ. Φαίνεταί τις ἐν προφήταις τοιοῦτος λόγος· Καὶ ἔσονται πάντων διδακτοὶ Θεοῦ. Ὅτε τοίνυν οἱ πιστεύσαντες εἰς Χριστὸν, καὶ τῷ ἁγίῳ κατακεχρισμένοι Πνεύματι πάντα δι' αὐτοῦ μανθάνοντες, τῆς μὲν ἐξ ἀνθρώπων διδαχῆς οὐκ ἐν χρείᾳ καθιστᾶσι, διδακτοὶ δὲ μᾶλλον εὑρίσκονται Θεοῦ, κατὰ τὸν ἐν τοῖς προφήταις λόγον, Θεὸς ἄρα τὸ Πνεῦμα σαφῶς. Τὸ δὲ οὔτως ἔχον φύσει, πῶς ἂν εἴη ποίημα; ΑΛΛΟ. Καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ, ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ, καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν μένει, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν. Εἰ 75.616 τοῦ Πνεύματος τοῦ ἁγίου ἐν ἡμῖν