196
εὑρεῖν τινα τῆς μακρᾶς ἀπολείψεως παραμυθίαν ἐκ τῆς διὰ τοῦ γράμματος ὁμιλίας. Προσευχόμενος δὲ τοῦτο πρῶτον καὶ μέγιστον, παρακαλοῦμεν, αἴτει παρὰ τοῦ Κυρίου, ῥυσθῆναι ἡμᾶς ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων, οἳ τοσοῦτον κατεκράτησαν τῶν λαῶν ὥστε οὐδὲν ἕτερον νῦν ἢ τὰ τῆς Ἰουδαϊκῆς ἁλώσεως ἡμᾶς ἐνεικονίζεσθαι πράγματα. Ὅσῳ γὰρ ἐπὶ τὸ ἀσθενέστερον ὑπορρέουσιν αἱ Ἐκκλησίαι, τοσούτῳ ἐπακμάζουσι τῶν ἀνθρώπων αἱ φιλαρχίαι. Καὶ εἰς δυστήνους ἀνθρώπους οἰκοτρίβων οἰκότριβας περιέστη νῦν τὸ τῆς ἐπισκοπῆς ὄνομα, οὐδενὸς αἱρουμένου ἀντεισά γειν ἑαυτὸν τῶν δούλων τοῦ Θεοῦ ἢ τῶν ἀπεγνωσμένων, ὁποῖοί εἰσιν οἱ νῦν ἐπιπεμφθέντες παρ' Ἀνυσίου τοῦ θρέμ ματος Εὐιππίου καὶ Ἐκδικίου τοῦ Παρνασσηνοῦ, ὃν κακὸν ἑαυτῷ τῆς μελλούσης ζωῆς ἐφόδιον ἐναφῆκε ταῖς Ἐκκλη σίαις ὁ καταστήσας. Οὗτοι νῦν ἐξήλασαν μὲν τῆς Νύσσης τὸν ἀδελφὸν τὸν ἐμὸν καὶ ἀντεισήγαγον ἄνδρα, μᾶλλον δὲ ἀνδράποδον, ὀλίγων ὀβολῶν ἄξιον, τὴν δὲ τῆς πίστεως διαφθορὰν ἐφάμιλλον τοῖς καταστήσασι. ∆οάροις δὲ τῇ κώμῃ φθορὸν ἄνθρωπον, ὀρφανῶν οἰκέτην, ἀποδράντα μὲν τοὺς ἑαυτοῦ δεσπότας, διὰ δὲ κολακείας ἀθέου γυναίου, ἣ πρότερον μὲν Γεωργίῳ ἐκέχρητο πρὸς τὸ ἴδιον θέλημα, νῦν δὲ τοῦτον ἔσχε διάδοχον ἐκείνου, ἔπεμψαν τὸ ἐλεεινὸν τῆς ἐπισκοπῆς καθυβρίζοντες ὄνομα. Τὰ δὲ Νικοπολιτῶν τίς ἂν πρὸς ἀξίαν ὀδύραιτο, τοῦ ἀθλίου Φρόντωνος πρότερον μὲν δῆθεν τὴν ὑπὲρ τῆς ἀληθείας συνηγορίαν σχηματιζο μένου, τελευταῖον δὲ αἰσχρῶς προδόντος καὶ τὴν πίστιν καὶ ἑαυτὸν καὶ μισθὸν τῆς προδοσίας λαβόντος ὄνομα ἀτι μίας; Ἐδέξατο μὲν γὰρ παρ' αὐτῶν ἐπισκοπῆς ἀξίωμα, ὡς οἴεται, γέγονε δὲ τῇ τοῦ Θεοῦ χάριτι κοινὸν βδέλυγμα πάσης τῆς Ἀρμενίας. Πλὴν ὅτι οὔτε αὐτοῖς ἀτόλμητόν τι οὔτε ἀποροῦσι τῶν ἀξίων αὐτοῖς συνεργῶν. Τὰ δὲ λοιπὰ τῆς Συρίας ἄμεινον ἡμῶν καὶ οἶδε καὶ διηγήσεται ὁ ἀδελφὸς Ἀντίοχος. 239.2 Τοῖς δὲ ἐκ τῆς ∆ύσεως αὐτὸς προενέτυχες διηγησα μένου πάντα τοῦ ἀδελφοῦ ∆ωροθέου, ᾧ ποταπὰς χρὴ δοῦναι πάλιν ἐπιστολὰς ἀπιόντι; Ἴσως γὰρ κοινωνήσει τῆς ὁδοῦ τῷ καλῷ Σαγκτησίμῳ, πολλὴν ἔχοντι σπουδὴν καὶ περιιόντι τὴν Ἀνατολὴν καὶ παρ' ἑκάστου τῶν ἐπισήμων ὑπογραφὰς καὶ ἐπιστολὰς κομιζομένῳ. Τίνα οὖν δεῖ ἐπιστεῖλαι δι' αὐ τῶν ἢ τοῖς ἐπιστέλλουσι πῶς συνθέσθαι αὐτὸς μὲν ἀπορῶ· ἐὰν δὲ εὕρῃς ἐν τάχει τοὺς πρὸς ἡμᾶς ἀφικνουμένους, καταξίωσον ἡμῖν γνωρίσαι. Ἐμοὶ μὲν γὰρ τὸ τοῦ ∆ιομή δους ἐπέρχεται λέγειν· «Μὴ ὄφελες λίσσεσθαι, διότι, φησίν, ἀγήνωρ ἐστὶν ὁ ἀνήρ.» Τῷ ὄντι γὰρ θεραπευόμενα τὰ ὑπερ ήφανα ἤθη ἑαυτῶν ὑπεροπτικώτερα γίνεσθαι πέφυκε. Καὶ γὰρ ἐὰν μὲν ἱλασθῇ ὁ Κύριος ἡμῖν, ποίας ἑτέρας προσθή κης δεόμεθα; Ἐὰν δὲ ἐπιμείνῃ ἡ ὀργὴ τοῦ Θεοῦ, ποία βοή θεια ἡμῖν τῆς ∆υτικῆς ὀφρύος; Οἳ τὸ ἀληθὲς οὔτε ἴσασιν οὔτε μαθεῖν ἀνέχονται, ψευδέσι δὲ ὑπονοίαις προειλημμένοι ἐκεῖνα ποιοῦσι νῦν ἃ πρότερον ἐπὶ Μαρκέλλῳ· πρὸς μὲν τοὺς τὴν ἀλήθειαν αὐτοῖς ἀπαγγέλλοντας φιλονεικήσαντες, τὴν δὲ αἵρεσιν δι' ἑαυτῶν βεβαιώσαντες. Ἐγὼ μὲν γὰρ αὐτός, ἄνευ τοῦ κοινοῦ σχήματος, ἐβουλόμην αὐτῶν ἐπι στεῖλαι τῷ κορυφαίῳ· περὶ μὲν τῶν ἐκκλησιαστικῶν οὐδέν, εἰ μὴ ὅσον παραινίξασθαι ὅτι οὔτε ἴσασι τῶν παρ' ἡμῖν τὴν ἀλήθειαν οὔτε τὴν ὁδὸν δι' ἧς ἂν μανθάνοιεν καταδέχονται, καθόλου δὲ περὶ τοῦ μὴ δεῖν τοῖς ὑπὸ τῶν πειρασμῶν ταπει νωθεῖσιν ἐπιτίθεσθαι μηδὲ ἀξίωμα κρίνειν ὑπερηφανίαν, ἁμάρτημα καὶ μόνον ἀρκοῦν ἔχθραν ποιῆσαι εἰς Θεόν.
240.τ ΝΙΚΟΠΟΛΙΤΑΙΣ ΠΡΕΣΒΥΤΕΡΟΙΣ
240.1 Καὶ ἐπιστείλαντες ἡμῖν καλῶς ἐποιήσατε καὶ διὰ τοιούτου ἀνδρὸς
ἐπιστείλαντες, ὃς καὶ ἄνευ γραμμάτων ἐξήρκεσεν ἂν ἡμῖν τήν τε ἐπὶ ταῖς φροντίσι παραμυθίαν ἱκανὴν παρασχεῖν καὶ διδασκαλίαν ἀκριβῆ τῶν πραγμάτων ποιήσασθαι.