οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Μωσέως ἐκράτει λατρεία, στάσις ἦν ἐν τῇ πρώτῃ σκηνῇ τῶν ὑπὸ τοὺς τύπους. Οὐ γὰρ ἑξῆς τοῖς ἐθέλουσιν εἰς τὴν ἁγίαν καὶ ἐσωτάτω διᾴττειν σκη νήν. Εἰσῄει δὲ μόνος ὁ προὔχων ἐν ἱερουργοῖς, ἅπαξ τοῦ ἐνιαυτοῦ, καὶ "οὐ χωρὶς αἵματος," κατὰ τὸ γε γραμμένον. Ἐπειδὴ δὲ, καθά φησιν ὁ νομομαθὴς ὢν Παῦλος, καὶ τοῖς ἱεροῖς ἐντεθραμμένος Γράμμασι, "Χριστὸς παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν, οὐ ταύτης τῆς πίστεως· 77.972 οὐ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφ' ἅπαξ εἰς τὰ Ἅγια τῶν ἁγίων, αἰωνίαν λύτρωσιν εὑράμενος·" φέρε καὶ ἡμεῖς τὴν ἔν γε τῇ πρώτῃ σκηνῇ παραιτούμενοι στάσιν, ἀκο λουθήσωμεν τῷ Χριστῷ, εἰσδράμωμεν εἰς τὰ Ἅγια τῶν ἁγίων, συστησώμεθα "τὴν ἑορτὴν ἐν τοῖς πυ κάζουσιν·" ἔνθα τὸ ἱλαστήριον εἰς τύπον Χριστοῦ, πυκαζόντων αὐτὸ ταῖς πτέρυξι τῶν Χερουβίμ. Προσ αγάγωμεν τῷ Θεῷ, μὴ τὰς δι' αἱμάτων θυσίας, τὸ λεπτὸν δὲ μᾶλλον καὶ σύνθετον θυμίαμα, τουτ έστιν, τὴν ἐξ ἀρετῶν εὐοσμίαν, τὴν πνευματι κὴν καὶ ἀναίμακτον λατρείαν. Πλὴν ἐκεῖνο πρὸς ὑμᾶς εἰπεῖν οἰήσομαι δεῖν· "Καθαρίσωμεν ἑαυ τοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύμα τος." Ἐπιτελέσωμεν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀνοσιουργεῖν οὐκ ἐθέλουσιν, ἀνίπτοις ὥσπερ ἰέναι ποσὶν εἰς τὰ Ἅγια τῶν ἁγίων. Τοῦτο γὰρ ἡμῖν ὁ τῶν ὅλων Θεὸς ὑπέφηνεν εἰπὼν πρὸς τὸν ἱεροφάντην Μωσέα· "Ποίησον λουτῆρα χαλ κοῦν, καὶ βάσιν αὐτῷ χαλκῆν, ὥστε νίπτεσθαι, καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου. Καὶ ἐκχεεῖς εἰς αὐ τὸν ὕδωρ, καὶ νίψεται Ἀαρὼν, καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι, ὅταν εἰσ πορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι, καὶ οὐ μὴ ἀποθάνωσιν." βʹ. Ἀλλ' ἐκεῖνα μὲν ἐν τύποις τὰ τῆς ἀληθείας ὠδίνοντα κάλλη, ἡμᾶς δὲ παντὸς ἀπαλλάττει ῥύπου Χριστὸς, ὅς ἐστιν ἡ ἀλήθεια. Πῶς ἢ τίνα τρόπον, δι δάξει λέγων διὰ φωνῆς Ἡσαΐου· "Λούσασθε, καὶ καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου. Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζη τήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφα νὸν, καὶ δικαιώσατε χήραν, δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὡς κόκκινον, ὡς ἔριον λευκανῶ." Τῆς οὕτω λαμπρᾶς καὶ ἀξι εράστου χάριτος καὶ ὁ θεσπέσιος Μελῳδὸς διαμνημο νεύει, λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· "Ῥαν τιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι." Καταλευκαίνει τοίνυν διὰ τοῦ ἁγίου βαπτίσματος, τὸ τῆς ἁμαρτίας ἐμφράτ τουσα στόμα, καὶ πάντα ῥύπον τὸν ἐν ἡμῖν ἐκτή κουσα, νοητῶς δηλονότι καὶ πνευματικῶς. Καὶ γοῦν ὁ θεσπέσιος Ἰωάννης τοῖς Ἰουδαίων μνήμης· προσλαλῶν· "Ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, φησὶν, εἰς μετάνοιαν· ὀπίσω μου ἔρχεται ὁ ἰσχυρότερός μου, ἐκεῖνος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί." Ἡ γάρ τοι τοῦ ἁγίου Πνεύματος ἐνέργειά τε καὶ δύναμις, ὅταν ἐν ἡμῖν γένηται, καὶ ὑλομανοῦσαν εὕρῃ ψυχὴν, τότε δὴ τότε πυρὸς εἰσπεσοῦσα δίκην. καθάπερ ἄχρηστον ὕλην καταβόσκεται, καὶ δαπανᾷ τῆς ἁμαρτίας τοὺς μολυσμούς. Προεισβολὴ δὲ τοῦ 77.973 πράγματος, καὶ ὁδὸς οἷά τις ἀποφέρουσα πρὸς τὴν οὕτω λαμπρὰν καὶ ἀξιόκτητον χάριν ἡ εἰς τὸν Χρι στὸν εὑρίσκεται πίστις. Καὶ γοῦν ὁ θεσπέσιος ∆αβὶδ, μονονουχὶ καὶ χεῖρα προτείνων, ταύτην ἡμῖν κατ έδειξε, λέγων· "Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσ ελεύσονται ἐν αὐτῇ." Κεχρησμῴδηται μὲν γὰρ τοῖς ἐξ αἵματος Ἰσραὴλ ὁ διὰ Μωσέως νόμος, διακονούντων ἀγγέλων. Ἀλλ' ἦν μὲν ἔλεγχος ἁμαρτίας, καὶ πλημ μελημάτων παραδεικτικὸς, ἀνόητος δὲ παντελῶς εἴς γε τὸ δύνασθαι δικαιῶσαί τινας. Γράφει γοῦν ὁ πάνσοφος Παῦλος· "Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦ ται παρὰ Θεῷ, δῆλον. Ὁ γὰρ νόμος ὀργὴν κατεργά ζεται." Ἐπετίθει γὰρ ἀναλόγως τοῖς ἑκάστου πταί σμασι τὰς δίκας παραχρῆμα. Ἀσθενοῦντος τοίνυν τοῦ νόμου, καὶ οὐκ ὄντος οἵου τε