Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
οἰκοῦντος, Θεός ἐστιν ὁ κατοικῶν, πῶς οὐ Θεὸς καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα, ὅπερ εἴ τις ἔχοι, Θεὸν ἐνοικοῦντα φορεῖ; Ὃς καὶ διὰ τοῦ προφήτου φησὶν, ὅτι Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός. Καὶ εἰ Θεὸς καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα, τίς αὐτὸ ῥιψοκινδύνως ὅτι γενητὸν εἴη λέγων τὴν αἰώνιον ἐκβήσεται κόλασιν; ΑΛΛΟ. Τίς ἐστιν, φησὶ, ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ; Οὗτός ἐστιν ὁ ἐλθὼν δι' ὕδατος καὶ αἵματος καὶ Πνεύματος, Ἰησοῦς Χριστὸς, οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλὰ καὶ ἐν τῷ Πνεύματι καὶ ἐν τῷ αἵματι· καὶ τὸ Πνεῦμά ἐστι τὸ μαρτυροῦν, ὅτι τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια. Ὅτι οἱ τρεῖς εἰσιν οἱ μαρτυροῦντες, τὸ Πνεῦμα, καὶ τὸ ὕδωρ, καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν. Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστί. Θέα δὴ πάλιν ὅτι τῆς ἀληθείας ὁ κήρυξ Θεόν τε καὶ ἐκ Θεοῦ φυσικῶς τὸ Πνεῦμα καλεῖ. Εἰρηκὼς γὰρ ὅτι τὸ Πνεῦμά ἐστι τὸ μαρτυροῦν, προελθὼν βραχὺ ἐπιφέρει· Ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστί. Πῶς οὖν ἔσται ποίημα τὸ τῷ Πατρὶ τῶν ὅλων συνθεολογούμενον, καὶ τῆς ἁγίας Τριάδος συμπληρωτικόν; Ἐκ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν· Μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Εἰ μόνῃ τὸ δύνασθαι κτίζειν τῇ θείᾳ πρόσεστι φύσει, καὶ τοῦτο αὐτῇ μετὰ τῶν ἄλλων θεοπρεπῶν ἀξιωμάτων τὸ ἐξαίρετον· κτίζει δὲ τὸ Πνεῦμα τὸ θεῖον ἐν τῇ Παρθένῳ ναὸν, τίς αὐτὸ πεποιῆσθαι λέγων, οὐχὶ δυσσεβής τε ὁμοῦ καὶ παράφρων εὑρεθήσεται; τῆς γὰρ ἀνωτάτω πάντων οὐσίας κατηγορεῖ, καθέλκων ὥσπερ αὐτὴν βιαζόμενος εἰς τὸν τῶν ποιημάτων ὅρον, εἰς τὸ εἶναι πρόσφατον καὶ οὐκ ἐν ἀρχῇ. Ἐν ἡμῖν δὲ πρόσφατος οὐκ ἔσται Θεὸς, κατὰ τὸ ἐν Ψαλμοῖς γεγραμμένον. Οὐκ ἄρα γέγονεν ἢ πεποίηται, μᾶλλον δὲ ἦν ἐν ἀρχῇ ἡ θεία καὶ ἀκήρατος φύσις. Εἰ δὲ τοῦτο, πῶς ἂν γεγενῆσθαι νοοῖτο τὸ ἐν Θεῷ καὶ Πατρὶ θεῖόν τε καὶ ἅγιον Πνεῦμα; ΑΛΛΟ. Εἰ ἐγὼ, φησὶ, ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; ∆ιὰ τοῦτο αὐτοὶ κριταὶ ὑμῶν ἔσονται. Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Εἰ διὰ τῆς ἐνεργείας τοῦ Πνεύματος Θεὸς ἐξελαύνων τὰ δαιμόνια δοξάζεται, κτιστὸν δέ ἐστι καὶ γενητὸν, κατά τινας τῶν ἀπαιδεύτων τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ποιήματι ἄρα ἐστὶ τὸ δύνασθαι τῷ Θεῷ. Καὶ πῶς οὐ μείζων ἐστὶν αὐτοῦ τὸ ἐν ᾧ δοξάζεται; Ἀλλὰ τοῦτο δυσσεβὲς νοῆσαί τε καὶ ὅλως εἰπεῖν. Οὐκ ἄρα 75.617 γενητὸν Πνεῦμα τὸ ἐν ᾧ Θεὸς δι' Υἱοῦ τὰ πάντα ἐργάζεται, καὶ διὰ τοῦτο δοξάζεται. Ἐκ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου. Ὅσοι δὲ, φησὶν, ἔλαβον αὐτὸν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Εἰ τὸ Πνεῦμά ἐστι τὸ διὰ τῆς πίστεως τῆς εἰς Χριστὸν ἀναγεννῶν ἡμᾶς εἰς σωτηρίαν, ὡς αὐτοῦ δὴ τούτου χάριν γεννητοὺς ἡμᾶς χρηματίζειν Θεοῦ, πῶς οὐκ ἂν εἴη τὸ Πνεῦμα Θεός; Ὅτι δὲ γεννητοὶ Πνεύματος ἡμεῖς οἱ πιστεύσαντες, μαρτυρήσει λέγων ὁ Σωτὴρ πρὸς Νικόδημον· Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Οὕτως πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος. ΑΛΛΟ. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Εἰ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ὥσπερ τις καρπὸς ἢ ποιότης ἐστὶ τῆς οὐσίας αὐτοῦ, ἀγένητος δὲ καὶ ἄκτιστος ὁ Πατὴρ, πῶς ἂν εἴη γενητὸν τὸ ἐξ αὐτοῦ προχεόμενον Πνεῦμα; Πῶς δὲ ναοὶ Θεοῦ χρηματίζομεν ἡμεῖς τὸ Πνεῦμα λαβόντες, εἴπερ οὐκ ἔστι Θεὸς, κατὰ τήν τινων ἀβουλίαν;
ΛΟΓΟΣ ΛΕʹ.