1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

197

Πολλὰ γὰρ ἦν ἃ ἐπεζητοῦμεν παρὰ τοῦ σαφέσ τατα ἐπισταμένου μαθεῖν, διὰ τὸ τὰς φήμας πεπλανημένως πρὸς ἡμᾶς διαβαίνειν, ἃ πάντα εὐσταθῶς καὶ ἐμπείρως διηγήσατο ἡμῖν ὁ ποθεινότατος καὶ τιμιώτατος ἀδελφὸς ἡμῶν Θεοδόσιος ὁ συμπρεσβύτερος. Ἃ τοίνυν ἑαυτοῖς συμ βουλεύομεν, ταῦτα καὶ πρὸς τὴν ὑμετέραν εὐλάβειαν γρά φομεν· ὅτι πολλοῖς συνέβη ταῦτα ἃ καὶ ὑμῖν, καὶ οὐ κατὰ τὸν παρόντα καιρὸν μόνον, ἀλλὰ καὶ ἐν τῷ παρελθόντι χρόνῳ μυρία τῶν τοιούτων τὰ ὑποδείγματα· τὰ μὲν ἐγγρά φως αἱ ἱστορίαι καταλελοίπασι, τὰ δὲ τῇ ἀγράφῳ μνήμῃ παρὰ τῶν εἰδότων διεδεξάμεθα, ὅτι καὶ κατὰ ἄνδρα ἕκασ τον καὶ κατὰ πόλεις πειρασμοὶ περιέσχον ὑπὲρ τοῦ ὀνόμα τος τοῦ Κυρίου τοὺς εἰς αὐτὸν ἠλπικότας. Ἀλλ' ὅμως παρῆλθε πάντα καὶ οὐδὲν τῶν σκυθρωπῶν ἀθάνατον ἔσχε τὸ λυπηρόν. Ὡς αἱ χάλαζαι καὶ οἱ χείμαρροι καὶ ὅσα τῶν κακῶν αὐτοσχέδια τὰ μὲν μαλακὰ ῥᾳδίως ἔβλαψε καὶ διελυμήνατο, τοῖς δὲ ἀντιτύποις περιτυχόντα ἔπαθέ τι μᾶλλον ἢ ἔδρασεν· οὕτω καὶ οἱ λάβροι κατὰ τῆς Ἐκκλησίας πειρασμοὶ κινηθέντες ἀσθενέστεροι τοῦ στερεώματος τῆς εἰς Χριστὸν πίστεως διεδείχθησαν. Ὡς οὖν παρῆλθε τῆς χαλάζης τὸ νέφος καὶ παρερρύη τὴν χαράδραν ὁ χείμαρρος (τὸ μὲν γὰρ εἰς αἰθρίαν διελύθη, ὁ δὲ ἐνηφανίσθη τῷ βυθῷ ξηρὰν καὶ ἄνικμον τὴν ὁδὸν δι' ἧς ἐρρύη καταλιπών)· οὕτω καὶ τὰ νῦν ἡμᾶς χειμάζοντα μικρὸν ὕστερον οὐκ ἔσται. Μόνον ἐὰν καταδεξώμεθα μὴ τὸ παρὸν ὁρᾶν, ἀλλὰ τοῖς μικρὸν πορρωτέρω ταῖς ἐλπίσιν ἐνατενίζειν. 240.2 Εἴτε οὖν βαρὺς ὁ πειρασμός, ἀδελφοί, ὑπομείνωμεν τὰ ἐπίπονα. Οὐδεὶς γὰρ μὴ πληγεὶς ἐν ἀγῶσι μηδὲ κονισά μενος στεφανοῦται. Εἴτε κοῦφα ταῦτα τοῦ διαβόλου τὰ παίγνια καὶ οἱ ἐπιπεμφθέντες ἡμῖν ὀχληροὶ μέν, διότι τοιούτου εἰσὶν ὑπηρέται, εὐκαταφρόνητοι δέ, ὅτι τῇ πονηρίᾳ αὐτῶν ὁ Θεὸς ἀδυναμίαν συνῆψε, φυλαξώμεθα τὴν κατάγνω σιν ὡς ἐπὶ μικροῖς παθήμασι μεγάλα ὀδυρόμενοι. Ἓν γάρ ἐστιν ὀδύνης ἄξιον, ἡ αὐτοῦ ἐκείνου ἀπώλεια τοῦ, τῆς προσκαίρου ἕνεκεν δόξης (εἴπερ οὖν δόξαν χρὴ λέγειν τὸ δημοσίᾳ ἀσχημονεῖν), τῆς αἰωνίας τῶν δικαίων τιμῆς ἑαυ τὸν ἀποστερήσαντος. Τέκνα ὁμολογητῶν καὶ τέκνα μαρτύ ρων ἐστὲ τῶν μέχρις αἵματος ἀντικαταστάντων πρὸς τὴν ἁμαρτίαν. Τοῖς οἰκείοις ἕκαστος χρησάσθω ὑποδείγμασι πρὸς τὴν ὑπὲρ τῆς εὐσεβείας ἔνστασιν. Οὐδεὶς ὑμῶν πλη γαῖς κατεξάνθη, οὐδενὸς οἶκος ἐδημεύθη· οὐ τὴν ὑπερορίαν ᾠκήσαμεν, οὐ δεσμωτήριον ἐγνωρίσαμεν. Τί πεπόνθαμεν δεινόν; Εἰ μὴ τάχα τοῦτο λυπηρὸν ὅτι μηδὲν πεπόνθαμεν μηδὲ ἐνομίσθημεν ἄξιοι τῶν ὑπὲρ Χριστοῦ παθημάτων. Εἰ δὲ ὅτι ὁ δεῖνα τὸν οἶκον κατέχει τῆς προσευχῆς, ὑμεῖς δὲ ἐν τῷ ὑπαίθρῳ προσκυνεῖτε τὸν οὐρανοῦ καὶ γῆς ∆εσπότην, τοῦτο ὑμᾶς ἀνιᾷ, ἐνθυμήθητε ὅτι οἱ μὲν ἕνδεκα μαθηταὶ ἐν τῷ ὑπερῴῳ ἦσαν ἀποκεκλεισμένοι, οἱ δὲ σταυρώσαντες τὸν Κύριον ἐν τῷ περιβοήτῳ ναῷ τὴν Ἰουδαϊκὴν λατρείαν ἐπλήρουν. Ἰούδας γὰρ τὸν δι' ἀγχόνης θάνατον τοῦ μετ' αἰσχύνης ζῆν προτιμήσας ἔδειξε τάχα τῶν νῦν ἀπερυθριασάντων πρὸς πᾶσαν ἀνθρώπων κατάγνωσιν καὶ διὰ τοῦτο ἀναιδῶς πρὸς τὰ αἰσχρὰ διακειμένων ἑαυτὸν αἱρετώτερον. 240.3 Μόνον μὴ ἐξαπατηθῆτε ταῖς ψευδολογίαις αὐτῶν ἐπαγγελλομένων ὀρθότητα πίστεως. Χριστέμποροι γὰρ οἱ τοιοῦτοι καὶ οὐ χριστιανοί, τὸ ἀεὶ αὐτοῖς κατὰ τὸν βίον τοῦτον λυσιτελοῦν τοῦ κατ' ἀλήθειαν ζῆν προτιμῶντες. Ὅτε ἐνόμισαν κτᾶσθαι τὴν κενὴν ταύτην ἀρχήν, προσέθεντο τοῖς ἐχθροῖς τοῦ Χριστοῦ· ὅτε εἶδον τοὺς λαοὺς ἀγριαίνοντας, σχηματίζονται πάλιν τὴν ὀρθότητα. Οὐκ οἶδα ἐπίσκοπον μηδὲ ἀριθμήσαιμι ἐν ἱερεῦσι Χριστοῦ τὸν παρὰ τῶν βεβήλων χειρῶν ἐπὶ καταλύσει τῆς πίστεως εἰς προστασίαν προβε βλημένον. Αὕτη ἐστὶν ἡ ἐμὴ κρίσις. Ὑμεῖς δὲ εἴ τινα ἔχετε μεθ' ἡμῶν μερίδα, ταὐτὰ ἡμῖν φρονήσετε δηλονότι· εἰ δὲ ἐφ' ἑαυτῶν βουλεύεσθε, τῆς ἰδίας γνώμης ἕκαστός ἐστι κύριος, ἡμεῖς ἀθῷοι ἀπὸ τοῦ αἵματος τούτου. Ταῦτα δὲ ἔγραψα οὐχ ὑμῖν ἀπιστῶν, ἀλλὰ τό τινων ἀμφίβολον στηρίζων ἐκ τοῦ γνωρίσαι τὴν ἐμαυτοῦ γνώμην,