οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
διασμῆξαι ῥύπους, ἤγουν τῶν αἰτιαμάτων ἀπαλλάξαι τινὰς τὴν διὰ πί στεως χάριν, καὶ τὴν ἐν Χριστῷ δικαίως ἐστὶ τὴν ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν ὁ τῶν ὅλων δέδωκε Θεός. Μαρτυρήσει δὲ πάλιν ὁ θεσπέσιος Παῦλος, γράφων· "∆ιὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας, νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. ∆ικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας. Οὐ γάρ ἐστι διαστολή. Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. ∆ι καιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, διὰ τῆς ἀπολυ τρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ." ∆όξα μὲν ἡ ἐξαίρε τος, καὶ τῇ παντὸς ἐπέκεινα γεννητοῦ νοουμένῃ φύσει, μόνη τε καὶ ἰδικῶς ἐμπρέπουσα, τὸ ἀπλημμελὲς εἰς ἄπαν καὶ ἀδιάπτωτον παντελῶς τὸ κατὰ μηδένα τρό πον ἀφαμαρτεῖν δύνασθαι τοῦ εἰκότος. Ταυτησὶ δὲ ἡμεῖς ἡττώμεθα, ἤγουν ὑστερούμεθα, κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνὴν, οὐκ ἀσύνηθες ἔχοντες τὸ τοῖς τῆς ἁμαρτίας ὑποφέρεσθαι βρόχοις, καὶ ταῖς εἰς φαυλότητα ῥοπαῖς καθικνεῖσθαι πρὸς τὰ αἰσχίω. Ἀλλ', ὥς φησι τὸ Γράμμα τὸ ἱερὸν, "Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις." Ἣν δὴ καὶ δεδιψηκότας κατίδῃ τις ἂν τοὺς τὸ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς μυστήριον ἠγνοηκότας. Γράφει γοῦν ὁ νομομαθέστατος Παῦλος, "Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοὶ, εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ἐπι στεύσαμεν, ἵνα δικαιωθῶμεν ἐν αὐτῷ." γʹ. Καὶ μὴ ὑπολάβῃς ὅτι τὸν παλαιὸν νόμον ὡρί σατο Θεὸς, ὡς ἀποχρώντως ἔχοντα πρὸς τὸ δύνασθαί τινας ἀποφαίνειν ἐλευθέρους τῶν ἐξ ἀσθενείας αἰτια μάτων· ἐπειδὴ δὲ ἀφημάρτηκε σκοποῦ, μονονουχὶ δὲ καὶ ὑστεροβουλίᾳ χρώμενος, τὴν διὰ πίστεως τῆς εἰς Χριστὸν ἐπενόησε τρίβον. Οὐχ οὕτω ταῦτ' ἔχει, πολλοῦ γε καὶ δεῖ. Ἴσθι δὴ μᾶλλον ὅτι καὶ πρὶν ὅλως ἐκ γῆς διαπλάσαι τὸν πρῶτον ἄνθρωπον, οὐκ ἠγνοηκὼς τὰ ἐσόμενα, καὶ τῆς τοῦ διαβόλου σκαιότη τος τὴν ἐπιβουλὴν, καὶ τὸν τῆς ἐπικουρίας ἡμῖν προαναθρήσας τρόπον, δῆλον δὲ ὅτι τὸ Χριστοῦ μυ στήριον, ἔλεγχον ἁμαρτίας, καὶ τῆς διὰ πάντων ἀσθε νείας κατήγορον, τὸν διὰ Μωσέως ἔστησε νόμον, καὶ 77.976 τῆς δικαιούσης χάριτος τὴν κατακρίνουσαν ἐντολὴν προανέδειξε σοφῶς, ἵν' ἔτι μειζόνως ἡ χάρις θαυμά ζηται. Οὗ γάρ ἐστι τὸ λυποῦν, ἐκεῖ μάλιστα τὸ κατευφραίνειν εἰδὸς ἐκφαίνεται. Ὅτι δὲ ἀρχαῖόν ἐστι τὸ Χριστοῦ μυστήριον, ἀκονιτὶ διοψόμεθα, ὡδὶ δὴ πά λιν ἡμῖν ἱεροῦ φωνοῦντος Γράμματος. Ἔφη γάρ που πάλιν ὁ μακάριος Παῦλος· "Εὐλογητὸς ὁ Θεὸς, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπου ρανίοις ἐν Χριστῷ, καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώ μους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν." Σύνες οὖν ὅπως ηὐλογῆσθαί φησιν ἡμᾶς, καὶ πρὸ αὐτῆς τῆς τοῦ κόσμου καταβολῆς, προωρίσθαι δὲ καὶ εἰς υἱοὺς ἐν Χριστῷ Ἰησοῦ. Ναὶ μὴν καὶ αὐτὸ τὸ σωτήριον βάπτισμα προανετυποῦτο τοῖς πάλαι, καὶ τοῖς μετ' ἐκείνους ἡμῖν, καὶ διά γε τῆς κιβωτοῦ. Ἐσώζετο γὰρ ἐν αὐτῇ διὰ πίστεως ὁ δίκαιος Νῶε, καίτοι τῆς ὑπ' οὐρανὸν μιᾷ ψήφῳ Θεοῦ κατακεκριμένης. Ἐπαφῆκε γὰρ ἅπασι τὸν κατακλυσμόν. Γέγραπται γοῦν περὶ αὐτοῦ· "Πίστει χρηματισθεὶς Νῶε πρὸ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς, κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τῷ οἴκῳ αὑτοῦ, δι' ἧς κατ έκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος." Ὅτι δὲ εἰς τύπον τοῦ ἁγίου βαπτίσματος τὸ δρώμενον ἦν, πιστώσεται λέγων ὁ θεσπέσιος Πέτρος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, "Ὅτι καὶ Χριστὸς ἅπαξ ὑπὲρ ἁμαρτιῶν ἀπέθανε, δίκαιος ὑπὲρ ἀδίκων, ἵν' ἡμᾶς προσαγάγῃ Θεῷ, θανατωθεὶς μὲν σαρκὶ, ζωοποιηθεὶς δὲ πνεύ ματι. Ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πατράσι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί ποτε, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε, κατασκευαζο μένης κιβωτοῦ, εἰς ἢν ὀλίγοι, τουτέστιν, ὀκτὼ ψυ χαὶ, διεσώθησαν δι' ὕδατος, ὃ καὶ ἡμᾶς