198
ὡς μὴ προσληφθῆναί τινας εἰς κοινωνίαν μηδὲ τῆς χειρὸς αὐτῶν ἐπιβολὴν δεξαμένους, μετὰ ταῦτα εἰρήνης γενομένης, βιάζεσθαι ἑαυτοὺς ἐναριθ μεῖν τῷ ἱερατικῷ πληρώματι. Πάντα τὸν κλῆρον τόν τε κατὰ τὴν πόλιν καὶ τὸν ἐπὶ τῆς παροικίας, μετὰ παντὸς τοῦ λαοῦ τοῦ φοβουμένου τὸν Κύριον, ἀσπαζόμεθα διὰ σοῦ.
241.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ
241.1 Οὐχ ὥστε πλείους ποιῆσαι τὰς ἀθυμίας, τῶν δυσχερῶν πολλάκις ἐν τοῖς
πρὸς τὴν τιμιότητά σου γράμμασιν οὐ φειδόμεθα, ἀλλ' ὥστε ἑαυτοῖς τέ τινα παραμυθίαν δοῦναι διὰ τῶν στεναγμῶν, οἳ πεφύκασί πως τὸ ἐν τῷ βάθει ἀλγεινὸν διαφορεῖν, ὅταν γίνωνται, καὶ τὴν σὴν μεγαλόνοιαν πρὸς ἐκτενεστέραν τὴν ὑπὲρ τῶν Ἐκκλησιῶν εὐχὴν παρορ μῆσαι. Ἐπεὶ καὶ Μωσῆς ηὔχετο μὲν ἀεὶ ὑπὲρ τοῦ λαοῦ δηλονότι, ὅτε μέντοι πρὸς τὸν Ἀμαλὴκ ἀγὼν αὐτῷ συνεισ τήκει, οὐ καθῆκε τὰς χεῖρας ἐξ ἕω μέχρις ἑσπέρας, ἀλλ' ἡ ἔκτασις τῶν χειρῶν τοῦ ἁγίου τῷ τέλει τῆς μάχης συναπηρ τίζετο.
242.τ ΤΟΙΣ ∆ΥΤΙΚΟΙΣ
242.1 Θεοῦ τοῦ ἁγίου τὴν ἐκ πάσης θλίψεως διέξοδον τοῖς ἐλπίζουσιν ἐπ'
αὐτὸν ὑποσχομένου, εἰ καὶ ἐν μέσῳ πελάγει κακῶν ἀπελήφθημεν καὶ τρικυμίαις ταῖς παρὰ τῶν πνευ μάτων τῆς πονηρίας ἐγειρομέναις ἡμῖν βασανιζόμεθα, ὅμως ἀντέχομεν ἐν τῷ ἐνδυναμοῦντι ἡμᾶς Χριστῷ καὶ οὐ παρελύ σαμεν τὸν τόνον τῆς ὑπὲρ τῶν Ἐκκλησιῶν σπουδῆς, οὐδὲ ὥσπερ ἐν χειμῶνι τοῦ κλύδωνος ὑπερέχοντος ἀπογνόντες τῆς σωτηρίας τὴν διάλυσιν ἀναμένομεν, ἀλλ' ἔτι ἐχόμεθα τῆς ἐνδεχομένης ἡμῖν σπουδῆς, εἰδότες ὅτι καὶ ὁ καταπο θεὶς ὑπὸ τοῦ κήτους, διὰ τὸ μὴ ἀπογνῶναι ἑαυτοῦ, ἀλλὰ βοῆσαι πρὸς Κύριον, τῆς σωτηρίας κατηξιώθη. Οὕτω δὴ καὶ αὐτοὶ πρὸς ἔσχατον ἥκοντες τῶν κακῶν τῆς εἰς Θεὸν ἐλπίδος οὐκ ἀφιέμεθα, ἀλλὰ πανταχόθεν αὐτοῦ περισκο πούμεθα τὴν βοήθειαν. Ὅθεν καὶ πρὸς ὑμᾶς ἀπεβλέψαμεν νῦν, τιμιώτατοι ἡμῖν ἀδελφοί, οὓς πολλάκις μὲν ἐν καιρῷ τῶν θλίψεων ἐπιφανήσεσθαι ἡμῖν προσεδοκήσαμεν· ἀποπε σόντες δὲ τῆς ἐλπίδος εἴπομεν πρὸς ἑαυτοὺς καὶ ἡμεῖς ὅτι «Ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρχεν, καὶ παρακα λοῦντας, καὶ οὐχ εὗρον». Τοιαῦτα γὰρ ἡμῶν τὰ παθήματα ὡς καὶ τῶν περάτων ἐφικέσθαι τῆς καθ' ἡμᾶς οἰκουμένης, καί, εἴπερ πάσχοντος μέλους ἑνὸς συμπάσχει πάντα τὰ μέλη, ἔπρεπε δήπου καὶ ἡμῖν ἐν πολλῷ χρόνῳ πεπονηκόσι συνδιατεθῆναι τὴν εὐσπλαγχνίαν ὑμῶν. Οὐ γὰρ ἡ τῶν τόπων ἐγγύτης, ἀλλ' ἡ κατὰ πνεῦμα συνάφεια ἐμποιεῖν πέ φυκε τὴν οἰκείωσιν ἣν ἡμῖν εἶναι πρὸς τὴν ἀγάπην ὑμῶν πεπιστεύκαμεν. 242.2 Τί δήποτε οὖν οὐ γράμμα παρακλήσεως, οὐκ ἀδελφῶν ἐπίσκεψις, οὐκ ἄλλο τι τῶν ὀφειλομένων ἡμῖν παρὰ τοῦ θεσμοῦ τῆς ἀγάπης γεγένηται; Τρισκαιδέκατον γὰρ ἔτος ἐστὶν ἀφ' οὗ ὁ αἱρετικὸς ἡμῖν πόλεμος ἐπανέστη, ἐν ᾧ πλείους γεγόνασι ταῖς Ἐκκλησίαις αἱ θλίψεις τῶν μνημο νευομένων ἀφ' οὗ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ καταγγέλλεται. Ὧν τὰ καθ' ἕκαστον διηγεῖσθαι ὑμῖν παραιτούμεθα, μή ποτε τὸ τοῦ λόγου ἡμῶν ἀσθενὲς τὴν ἐνάργειαν τῶν κακῶν ὑπεκλύσῃ· καὶ ἅμα οὐδὲ ἡγούμεθα ὑμᾶς διδασκαλίας προσ δεῖσθαι τὴν ἀλήθειαν τῶν πραγμάτων πάλαι τῇ φήμῃ δεδι δαγμένους. Κεφάλαιον δὲ τοῦ κακοῦ· οἱ λαοὶ τοὺς τῶν προσευχῶν καταλιπόντες οἴκους ἐν ταῖς ἐρήμοις συνάγον ται. Θέαμα ἐλεεινόν· γυναῖκες καὶ παιδία καὶ γέροντες καὶ οἱ ἄλλως ἀσθενεῖς ἐν ὄμβροις λαβροτάτοις καὶ νιφετοῖς καὶ ἀνέμοις καὶ παγετῷ τοῦ χειμῶνος, ὁμοίως δὲ καὶ ἐν θέρει ὑπὸ τὴν φλόγα τὴν τοῦ ἡλίου, ἐν τῷ ὑπαίθρῳ ταλαιπω ροῦντες. Καὶ ταῦτα πάσχουσι διὰ τὸ