οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἀντίτυπον νῦν σώζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν." Καὶ τί δὴ τοῦτό ἐστι τὸ, "ἐκ συνειδήσεως ἀγαθῆς εἰς Θεὸν ἐπερώτημα;" Τῆς εἰς Χριστὸν πίστεως ὁμολογία, ἣν δὴ καὶ ἐπὶ πολλῶν μαρτύρων ποιεῖν κατειθίσμε θα, καὶ οὐκ ἀνθρώπων μόνον, οἷς τὸ τῆς θείας ἱε ρουργίας ἐμπρέπει καύχημα, ἀλλὰ γὰρ καὶ δυνάμεων λογικῶν, αἳ λειτουργοῦσι Θεῷ, τὰ εἰς δόξαν αὐτοῦ κατορθοῦν σπουδάζουσαι. Χρῆναι δέ φημι, τοὺς ἀπλα νῶς τῆς πίστεως τὴν ὁμολογίαν ἐκφέροντας, κατὰ μηδένα τρόπον καταδονεῖσθαι φιλεῖν. Γέγραπται γὰρ, ὅτι "Ἀδελφοί μου ἀγαπητοὶ, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ οἴκῳ τοῦ Κυ ρίου πάντοτε." δʹ. Καταχειμάζουσι γὰρ ἔσθ' ὅτε τινὰς, καὶ τῶν ἤδη πεπιστευκότων, ἄνδρες ἀμαθίᾳ σύντροφοι, ποτί ζοντες τὸν πλησίον ἀνατροπῇ θολερᾷ, καθὰ γέγρα πται, καὶ ὡς "ἐκ πονηροῦ θησαυροῦ τῆς καρδίας" 77.977 αὐτῶν ἀναπτύοντες τὰ πονηρὰ, καὶ τὸν τῆς τοῦ δια βόλου σκαιότητος ἰὸν ἐρευγόμενοι. Κατεπαίρονται γὰρ τῆς ἐπέκεινα πάντων οὐσίας τε καὶ δόξης· καὶ τό τε ἧκον ἐπ' αὐτοῖς τῶν ὑπερτάτων κατακομί ζουσι θρόνων τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον, ἐν αριθμοῦντες τοῖς κτίσμασι τὸν τῶν ὅλων γενεσιουρ γὸν καὶ τεχνίτην· ὃν πάντα τὰ ἔργα σείεται καὶ τρέ μει, καὶ τοῖς τῆς ἀληθείας, κατὰ φύσιν, θεότητος ἀξιώμασιν εὖ μάλα κατεστεμμένον· "Συνάπτει γὰρ αὐτῷ πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ κατα χθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός." Εἰσὶ δὲ πρὸς τούτοις, οἳ μερίζουσι τὸν ἀμέριστον, φημὶ δὴ τὸν ἕνα Χριστὸν, καὶ τὸ λαμπρὸν τῆς ἀληθείας πα ρασημαίνουσι κάλλος, καίτοι γεγραφότος ἡμῖν τοῦ θεσπεσίου Παύλου σαφῶς τε καὶ ἐναργῶς· "Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα." Ἀλλ' εἴπερ ἦσαν κύριοι δύο, πάντως που καὶ πίστεις δύο, τοσ αῦτα δὲ εἶναι χρῆν καὶ βαπτίσματα. Τοὺς ὧδε ταῦτα ἔχειν ὑπειληφότας, ὡς ὀλέθρους καὶ φθόρους παρα τρέχωμεν, ἔξω τε πάγης ἰόντες πόδα, τὸ ἐν Ψαλμοῖς ἐκεῖνο λέγωμεν· "Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Ἡ παγὶς συν ετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν." Ἐκλελυτρώμεθα γὰρ ἐν θανάτῳ Χριστοῦ, "∆όντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς· ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ, κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός." Ἐπειδὴ γὰρ, ὡς ἤδη φθάσαντες εἴπομεν, διὰ τῆς κατὰ τὸν νόμον λα τρείας, οὐδὲν ἐχούσης ἕτερον, πλὴν ὅτι τύπους καὶ σκιὰς, οὐκ ἦν ἐφικτὸν τοὺς τῆς φαυλότητος, ἤτοι τοὺς τῆς ἁμαρτίας ἀποπλύνεσθαι μολυσμοὺς, αὐτὸς δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, γενόμενος ἄνθρωπος μετὰ τοῦ εἶναι ὃ ἦν, τουτέστι Θεὸς, δέδωκε τῷ θανάτῳ τὸ ἴδιον σῶμα, ἵνα ἡμᾶς ἐκ πρίηται τοὺς ὑπὸ θανάτου καὶ φθορᾶς, αἵματι τῷ ἰδίῳ. Καὶ γοῦν ἔφη που διὰ φωνῆς τοῦ ∆αβὶδ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα τε καὶ Θεὸν, "Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας, σῶμα δὲ κατηρτίσω μοι. Τότε εἶπα, Ἰδοὺ ἥκω. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου ἐβουλήθην." Ἄθρει δὴ οὖν, ἄθρει λέγοντα σαφῶς· "Σῶμα δὲ κατηρτίσω μοι." Καὶ γὰρ ἦν τε καὶ ἕστιν ἀσώματος, ὡς Θεός. Εἶτα πῶς ἠγνόησας, Ἰουδαῖε, τὴν οὕτως ἀπόῤῥητον καὶ σεπτὴν οἰκονομίαν; πῶς οὐ παρεδέξω σαρκωθέντα διὰ σὲ τὸν ἀσώματον; ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις καθειμένον οἰκονομικῶς, τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν; τὴν σὴν φοροῦντα πτω χείαν τὸν πλουτίζοντα τοὺς ἐν οὐρανῷ; τὴν δούλου λαβόντα μορφὴν, τὸν τῶν ὅλων Κύριον; Ἀλλ' ἵσως πρὸς τοῦτο ἐρεῖς, Ἄνθρωπος ἦν ὁρώμενος καθ' ἡμᾶς. Εἶτα πῶς τῶν Μωσαϊκῶν ἐπελάθου γραμμάτων; Ἔφη γάρ που περὶ αὐτοῦ πρὸς ὑμᾶς, "Προφήτην 77.980 ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμὲ, κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρὴβ, αὐτοῦ ἀκούσεσθε." Ὡς ἄν θρωπον αὐτὸν καὶ ὡς τῶν ἁγίων προφητῶν προκα ταμεμήνυκε λόγος. Καὶ γοῦν ὁ θεσπέσιος Ἡσαΐας· "Ἰδοὺ, φησὶν, ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμα