Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
τοῦ Θεοῦ, λέγοντες οἱ δοκησίσοφοι Γραμματεῖς τε καὶ Φαρισαῖοι· Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον. ∆ιὸ δὴ δικαίως κατῃσχύνθησαν. Ἡσαΐου. Καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακὰ, καὶ ὁ Λόγος αὐτοῦ οὐ μὴ ἠθετήθη. Σοφὸς γὰρ ὄντως ὁ τοῦ Θεοῦ Λόγου Πατὴρ τοῖς τὸν Υἱὸν ἀθετήσασιν ἐπισωρεύει κακά. Ὁ Ψαλμῳδός. Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν. -Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, καλῶς ψάλλετε αὐτῷ ἐν ἀλαλαγμῷ. Ὅτι εὐθὺς ὁ Λόγος τοῦ Κυρίου, καὶ πάντα ἔργα αὐτοῦ ἐν πίστει. Ἐξαπέστειλε τὸν Λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σύ· καὶ εἰς τὸν Λόγον σου ἐπήλπισα. Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, καὶ εἰς τὸν Λόγον σου ἐπήλπισα. Ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα. Καὶ ὁ Λόγος σου ἀλήθεια. Ὁ Παῦλος. Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον· ἁγιάζεται γὰρ διὰ Λόγου Θεοῦ καὶ ἐντεύξεως. Ἰωάννης ὁ εὐαγγελιστής. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ὁ Σωτήρ. Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου, καὶ ὁ Λόγος δὲ ὁ σὸς, ἀλήθειά ἐστιν. Ὁ Παῦλος πρός τινας. Καὶ τανῦν παρατίθεμαι ὑμᾶς τῷ Θεῷ, καὶ τῷ Λόγῳ τῆς χάριτος αὐτοῦ. Ἰάκωβος. Βουληθεὶς ἀπεκύησεν ἡμᾶς Λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχὴν τῶν αὐτοῦ κτισμάτων. Πέτρος. Ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ διὰ Λόγου ζῶντος Θεοῦ καὶ μένοντος. Ἰωάννης. Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς. Ὁ αὐτός. Ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, 75.624 ψεύστην ποιοῦμεν αὐτὸν, καὶ οὐκ ἔστιν ἐν ἠμῖν ὁ Λόγος αὐτοῦ. Ὁ αὐτός. Ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ ὁ Λόγος ἐν ὑμῖν μένει, καὶ νενικήκατε τὸν πονηρόν. Ὅτι φῶς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Ἡσαΐας. Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς. Ὁ αὐτός. Χώρα Ζαβουλὼν, ἡ γῆ Νεφθαλεὶμ, πρὸς ὁδὸν θαλάσσης, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες, καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, τὰ μέρη τῆς Ἰουδαίας. ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα. Ὁ αὐτός. Καὶ νῦν, οἶκος τοῦ Ἰακὼβ, δεῦτε πορευθῶμεν τῷ φωτὶ Κυρίου. Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Ἰσραήλ. Ὁ αὐτός. Ἰδοὺ δέδωκά σε εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν. Ὁ Ψαλμῳδός. Φῶς ἀνέτειλε τῷ δικαίῳ. Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμὸν, Κύριε, ἐν τῷ φωτί σου προσώπου σου πορεύσονται. Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτοὺς, ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. ∆ανιήλ. Ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστι· καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, διδοὺς σοφίαν τοῖς σοφοῖς, καὶ φρόνησιν τοῖς εἰδόσι σύνεσιν. Αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα, γινώσκων τὰ ἐν τῷ σκότει, καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστιν. Ὁ Παῦλος περὶ τοῦ Θεοῦ καὶ Πατρὸς λέγων· Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον. Ὁ αὐτός. Ὡς τέκνα φωτὸς περιπατεῖτε· ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθοσύνῃ καὶ ἀληθείᾳ. Ὁ αὐτός. Εὐχαριστοῦμεν, φησὶ, τῷ Πατρὶ, τῷ ἱκανώσαντι ἡμᾶς ἐν τῷ κλήρῳ ἐν τῷ φωτί. Ὁ Πέτρος. Ὅπως, φησὶ, τὰς ἀρετὰς ἐπαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος, εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς. Ὁ αὐτός. Ἕως οὗ, φησὶν, ἡμέρα διαυγάσῃ, καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν. Ἰωάννης ἐν Ἐπιστολῇ. Ἐὰν ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτὶ, κοινωνίαν ἔχομεν μετ' ἀλλήλων. Ὁ γὰρ ἐν τῷ φωτὶ περιπατῶν ἐν Χριστῷ πολιτεύεται. Ὁ αὐτός. Ὅτι ἡ σκοτεία παράγεται, καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει, τουτέστιν, ὁ Χριστός. Ὁ αὐτός. Ὁ ἀγαπῶν τὸν