199
τῆς πονηρᾶς ζύμης Ἀρείου γενέσθαι μὴ καταδέχεσθαι. 242.3 Πῶς ἂν ὑμῖν ταῦτα λόγος ἐναργῶς παραστήσειεν, εἰ μὴ αὐτὴ ἡ πεῖρα καὶ ἡ διὰ τῶν ὀφθαλμῶν θέα κινήσειεν ὑμᾶς πρὸς συμπάθειαν; Ὥστε παρακαλοῦμεν ὑμᾶς νῦν γοῦν χεῖρα ὀρέξαι ταῖς κατὰ τὴν Ἀνατολὴν Ἐκκλησίαις εἰς γόνυ κλιθείσαις ἤδη, καὶ ἀποστεῖλαί τινας τοὺς τῶν μισθῶν ὑπομιμνήσκοντας τῶν ἀποκειμένων ἐπὶ τῇ ὑπομονῇ τῶν ὑπὲρ Χριστοῦ παθημάτων. Οὐ γὰρ τοσοῦτον ὁ συνήθης λόγος ἐνεργεῖν πέφυκεν ὅσον ἡ ξένη φωνὴ ἐμποιεῖν τὴν πα ράκλησιν, καὶ ταῦτα παρὰ ἀνδρῶν γινομένη ἐπὶ τοῖς καλλίσ τοις τῇ τοῦ Θεοῦ χάριτι γνωριζομένων, ὁποίους ὑμᾶς ἡ φήμη πᾶσιν ἀνθρώποις περιαγγέλλει, ἀτρώτους κατὰ τὴν πίστιν διαμείναντας, ἄσυλον τὴν ἀποστολικὴν παρακατα θήκην διαφυλάξαντας. Ἀλλ' οὐχὶ καὶ τὰ ἡμέτερα τοιαῦτα, ἀλλ' ἔσχομέν τινας ἐπιθυμίᾳ δόξης καὶ τῇ μάλιστα κατα στρεφούσῃ χριστιανῶν ψυχὰς φυσιώσει καταθαρσήσαντάς τινων καινοτομίας ῥημάτων, ὅθεν αἱ Ἐκκλησίαι, σαθρω θεῖσαι, ὥσπερ ἀγγεῖα ἀραιωθέντα τὴν αἱρετικὴν διαφθορὰν εἰσρυεῖσαν ἐδέξαντο. Ἀλλ' ὑμεῖς, ὦ ἀγαπητοὶ ἡμῖν καὶ περιπόθητοι, γένεσθε τῶν μὲν τραυματιῶν ἰατροί, τῶν δὲ ὑγιαινόντων παιδοτρίβαι· τὸ μὲν νενοσηκὸς ὑγιάζοντες, τὸ δὲ ὑγιαῖνον ἀλείφοντες εἰς εὐσέβειαν.
243.τ ΠΡΟΣ ΙΤΑΛΟΥΣ ΚΑΙ ΓΑΛΛΟΥΣ ΕΠΙΣΚΟΠΟΥΣ ΠΕΡΙ ΤΗΣ ΚΑΤΑΣΤΑΣΕΩΣ ΚΑΙ ΣΥΓΧΥΣΕΩΣ ΤΩΝ ΕΚΚΛΗΣΙΩΝ
243.1 Τοῖς ὡς ἀληθῶς θεοφιλεστάτοις καὶ ποθεινοτάτοις ἀδελφοῖς καὶ
ὁμοψύχοις συλλειτουργοῖς, τοῖς κατὰ τὴν Γαλλίαν καὶ Ἰταλίαν ἐπισκόποις, Βασίλειος ἐπίσκοπος Καισαρείας τῆς Καππαδοκίας. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς σῶμα ἑαυτοῦ καταδεξάμενος ὀνομάσαι τὴν πᾶσαν τοῦ Θεοῦ Ἐκκλησίαν, καὶ τοὺς καθ' ἕνα ἡμῶν ἀλλήλων ἀποδείξας μέλη, ἔδωκε καὶ ἡμῖν πᾶσι πρὸς πάντας ἔχειν οἰκείως κατὰ τὴν τῶν μελῶν συμφωνίαν. ∆ιόπερ εἰ καὶ πλεῖ στον ἀλλήλων διωρίσμεθα ταῖς οἰκήσεσιν, ἀλλὰ τῷ γε λόγῳ τῆς συναφείας ἐγγὺς ἀλλήλων ἐσμέν. Ἐπεὶ οὖν οὐ δύναται ἡ κεφαλὴ τοῖς ποσὶν εἰπεῖν· «Χρείαν ὑμῶν οὐκ ἔχω», πάντως οὐδὲ ὑμεῖς ἀνέξεσθε ἀποποιήσασθαι ἡμᾶς, ἀλλὰ τοσοῦτον συμπαθήσετε ἡμῶν ταῖς θλίψεσιν αἷς παρεδόθημεν διὰ τὰς ἁμαρτίας ἡμῶν, ὅσον καὶ ἡμεῖς συγχαίρομεν ὑμῖν δοξαζο μένοις ἐν τῇ εἰρήνῃ ᾗ ἐχαρίσατο ὑμῖν ὁ Κύριος. Ἤδη μὲν οὖν καὶ ἄλλοτε ἐπεβοησάμεθα τὴν ὑμετέραν ἀγάπην εἰς ἀντίληψιν ἡμῶν καὶ συμπάθειαν, ἀλλὰ πάντως διὰ τὸ μὴ ἀναπληρωθῆναι τὴν ἐκδίκησιν ἡμῶν οὐ συνεχωρήθητε δια ναστῆναι πρὸς τὴν ἀντίληψιν. Ἐπιζητοῦμεν γὰρ μάλιστα μὲν καὶ αὐτῷ τῷ κρατοῦντι τῆς καθ' ὑμᾶς ἀρχομένης φα νερὰν γενέσθαι διὰ τῆς ὑμετέρας εὐλαβείας τὴν ἡμετέραν σύγχυσιν· εἰ δὲ τοῦτο δύσκολον, ἀλλ' ἐλθεῖν τινας παρ' ὑμῶν εἰς ἐπίσκεψιν καὶ παραμυθίαν τῶν θλιβομένων, ἵν' ὀφθαλ μοῖς ὑποβάλωσι τὰ πάθη τῆς Ἀνατολῆς ἅπερ ἀκοαῖς ἀδύ νατον παραδέξασθαι τῷ μηδένα λόγον εὑρίσκεσθαι ἐναργῶς παριστῶντα ὑμῖν τὰ ἡμέτερα. 243.2 ∆ιωγμὸς κατείληφεν ἡμᾶς, ἀδελφοὶ τιμιώτατοι, καὶ διωγμῶν ὁ βαρύτατος. ∆ιώκονται γὰρ ποιμένες, ἵνα διασ κορπισθῶσι τὰ ποίμνια. Καὶ τὸ βαρύτατον, ὅτι οἱ μὲν κακού μενοι ἐν πληροφορίᾳ μαρτυρίου τὰ πάθη δέχονται, οἱ δὲ λαοὶ οὐκ ἐν μαρτύρων τάξει τοὺς ἀθλητὰς θεραπεύουσι διὰ τὸ Χριστιανῶν ὄνομα τοῖς διώκουσι περικεῖσθαι. Ἕν ἐστιν ἔγκλημα νῦν σφοδρῶς ἐκδικούμενον, ἡ ἀκριβὴς τήρησις τῶν πατρικῶν παραδόσεων. ∆ιὰ τοῦτο ἀπελαύνονται μὲν τῶν πατρίδων οἱ εὐσεβεῖς, πρὸς δὲ τὰς ἐρημίας μετοικίζονται. Οὐ πολιὰ παρὰ τοῖς κριταῖς τῆς ἀδικίας αἰδέσιμος, οὐκ ἄσκησις εὐσεβείας, οὐ πολιτεία κατὰ τὸ Εὐαγγέλιον ἐκ νεότητος εἰς γῆρας διανυσθεῖσα. Ἀλλὰ κακοῦργος μὲν οὐδεὶς ἄνευ ἐλέγχων καταδικάζεται, ἐπίσκοποι δὲ ὑπὸ μόνης συκο φαντίας ἑάλωσαν καὶ