οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
νουήλ·" ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός. Καὶ παράδοξος μὲν τοῦ Ἐμμανουὴλ ἡ γέννησις· ἐξ ἀπειρογάμου γὰρ προῆλθε Παρθένου. Πλὴν ἐκ γυναικὸς, τοῖς τῆς ἀνθρωπότητος ἑπόμενος νόμοις, ἄνθρωπον αὐτὸν τεθεᾶσθαι φὴς, τό γε ἦκον εἰς σῶμα καὶ εἶδος. Ἀλλ' εἶδες αὐτὸν πρὸς τούτῳ θεοπρεπε στάτην ἔχοντα δόξαν, εὐκλείαις ταῖς ἀνωτάτω κατα χρυσούμενον, πληροῦντα τὰ ἔργα τοῦ Πατρός. Μόνῃ γὰρ ἔνεστι τῇ ὑπερτάτῃ πασῶν οὐσίᾳ τὸ ζωοποιεῖν δύνασθαι νεκροὺς κατεφθαρμένους ἤδη καὶ ὀδωδότας, τοῖς ὀμμάτων ἐστερημένοις ἐνιέναι τὸ φῶς, χωλοὺς ἀρτίποδας ἀποφαίνειν, καὶ τοὺς ἐν λέπρᾳ τοῦ πάθους ἐλευθεροῦν ἁφῇ καὶ νεύματι. Ἀλλ' ἤθελες, εἰπέ μοι, γυμνῇ τῇ θεότητι τοῖς ἐπὶ γῆς ἐπιλάμ ψαι τὸν τῶν ὅλων ∆ημιουργὸν καὶ τεχνίτην τοῦ Θεοῦ Λόγον. Εἶτα τίς οὕτω ὑπέστη τὴν οὕτω φρικτὴν καὶ ἀπόῤῥητον ὄψιν; ἢ οὐχ ὁρᾷς ὅτι τῆς Κυριακῆς ἀκτῖνος τὴν προσβολὴν ὁ τοῦ σώματος ὀφθαλμὸς οὐκ εὐάντητον ἔχειν; εἶτα πῶς ἂν ἴσχυσεν ἰδεῖν τὸ πρόσβλητον ἐκεῖνο, καὶ ὑπὲρ θαῦμα φῶς; Ἐπεδή μησεν τοίνυν ἡμῖν ὡς ἄνθρωπος, οἰστὸν ἑαυτὸν ἅπα σι τιθεὶς, ἵν' ὡς εἷς τῶν καθ' ἡμᾶς, ὁμόσε τε ἰὼν καὶ συνδιαιτώμενος, τῆς εὐσεβοῦς πολιτείας κατα δείξῃ τὴν ὁδὸν, ἵνα βρόχων ἐξέληται δυσειδαιμονίας· Ἑλληνικῆς, ἵνα τῆς ἀληθοῦς καὶ πνευματικῆς λα τρείας ἐπιμελητὰς ἀποφήνῃ. Ἀλλ' οὐκ ἠρέμει τὸ βδελυρὸν καὶ βάσκανον, καὶ ἀνόσιον θηρίον, τουτέστιν, ὁ Σατανᾶς, ὁ πᾶσαν ὑπὸ χεῖρα λαβὼν τὴν ὑπ' οὐρα νὸν ἐξ ἀπάτης καὶ πλεονεξίας, καὶ τοῖς τῆς ἁμαρτίας ἐναποπνίξας τέλμασιν, εἶδεν ἑαυτὸν ἐκπίπτοντα τῆς καθ' ἡμῶν ἀρχῆς, ἀδοκήτως ἐξωθούμενον τοῦ δύνασθαι κρατεῖν τῶν πάλαι διηρπασμένων, ᾠήθη καὶ αὐτὸν καθ' ἕνα τῶν πάλαι προφητῶν ἄνθρωπον εἶναι, καὶ ἕτερον οὐδέν. Οὓς δὴ καὶ τεθνάναι παρεσκεύασε, καταθήξας ἐπ' αὐτοῖς τὴν τῶν Ἰουδαίων σκαιότητα. Καὶ γοῦν ἐνῆκε πάλιν αὐτοῖς τὸν τῆς ἑαυτοῦ δυστροπίας ἰόν. Οἱ δὲ, τῆς ἑαυτῶν ἀφειδήσαντες σωτηρίας, ἐπεπήδων αὐτῷ θρασεῖς, καὶ ἀγέρωχοι, καὶ μιαιφονίας ἔμπλεω τὴν διάνοιαν ἔχοντες, καὶ δὴ καὶ ἐσταύρωσαν. Ἆρ' οὖν οὐχ ἑκόντος κεκρατήκασιν, ἤγουν οὐκ εἰδότος ὅτι πείσεται; Καίτοι προεγνωκὼς ὁρᾶται τὸ πάθος, καὶ τὰ τῆς τῶν Ἰουδαίων ἀφιλοθεΐας τολμήματα, καὶ γοῦν διὰ προφητῶν ἁγίων ποτὲ μὲν ἔφασκε· "Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος," ποτὲ δὲ πάλιν, 77.981 "∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον." ∆ιὰ δέ γε τῆς Ἡσαΐου φωνῆς, "Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων." Οὐκοῦν οὐκ ἠγνόει ὅτι μὲν πείσεται. Εἶτα παρὸν ἔξω φέρεσθαι βρόχων, δέδωκεν ἑκὼν τῷ θανάτῳ πρὸς βραχὺ τὸ ἴδιον σῶμα, ἵν' ἐγερθεὶς ἐκ νεκρῶν τὸ τοῦ θανάτου καταλύσῃ κράτος, ἵνα τὸν τοῦ διαβόλου παραλύσῃ φθόνον, δι' οὗ καὶ εἰσήλατο τὴν ἀνθρώπου φύσιν ὁ θάνατος, ἵνα ἡμᾶς ἀναχαλκεύσῃ πρὸς ἀφθαρσίαν καὶ ἀμήρυτον ζωήν. "Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες· ἀποθνήσκουσιν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται." Ἐγήγερται γοῦν τριήμερος σκυλεύσας τὸν ᾅδην, καὶ παλινδρομήσας εἰς τὸν οὐρανὸν, σύνεδρός ἐστι τῷ ἰδίῳ Πατρί. Ἥξει τε κατὰ καιροὺς, ἵνα κρίνῃ ζῶντας καὶ νεκρούς. εʹ. Ὡς οὖν ἀπολογήσεσθαι μέλλοντες τῷ κριτῇ, πάντα ῥίψαντες ὄκνον, καὶ πάσης ἁμαρτίας δραμόντες ἐπέκεινα, καὶ τοῖς τοῦ παρόντος βίου περισπασμοῖς μονονουχὶ καὶ ἐῤῥῶσθαι φράσαντες, κατορθώσωμεν δικαιοσύνην, ἐγκράτειαν, ἀγάπην, φιλοπτω- χίαν, τοῖς ἐν δεσμοῖς ἐπισκεψώμεθα, τοὺς ἐν ἀῤῥωστίαις σωματικαῖς ἀνακτησώμεθα, ἐπικουρήσωμεν ὀρφανοῖς, χήρας δάκρυον κατοικτείρωμεν, ἀγαπῶμεν ἀλλήλους ἐκτενῶς. Οὕτω γὰρ πολιτευσάμενοι, τὴν ἁγίαν καὶ πάναγνον ἐπιτελέσομεν ἑορτὴν, ἀρχόμενοι τῆς μὲν ἁγίας τεσσαρακοστῆς, ἀπὸ ἕκτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σεπτοῦ καὶ σωτηριώδους Πάσχα, ἀπὸ ἑνδεκάτης τοῦ Φαρμουθὶ μηνὸς, περιλύοντες δὲ τὰς νηστείας τῇ ἑκκαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτῳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς