Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ἀδελφὸν αὐτοῦ, ἐν τῷ φωτὶ μένει· καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν. Οὐ γὰρ ἔξω τῆς ἐν Χριστῷ πολιτείας κείσεται ὁ τὴν αὐτῷ φίλην ἀγάπην ἐν αὐτῷ κεκτημένος. 75.625 Ὁ Σωτήρ. Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἴνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ, ἐν τῇ σκοτείᾳ μὴ μείνῃ. Ὁμοίως. Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτείᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς. Ὁμοίως. Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς. Ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα. Ὁμοίως. Πᾶς γὰρ ὁ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἕργα αὐτοῦ. Ἰωάννης εὐαγγελιστής. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν. Ὁ αὐτός. Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων, καὶ τὸ φῶς ἐν τῇ σκοτείᾳ φαίνει, καὶ ἡ σκοτεία αὐτὸ οὐ κατέλαβεν. Ὁ Σωτὴρ πρὸς Ἰουδαίους. Ἕως τὸ φῶς ἔχετε,πιστεύσατε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ὁ αὐτὸς πρὸς αὐτούς. Ἔτι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ἐστιν. Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτεία ὑμᾶς καταλάβῃ. Ὅτι ἀλήθειά ἐστιν ὁ τοῦ Θεοῦ Υἱός. Ὁ Παῦλος. Καὶ τῇ φανερώσει τῆς ἀληθείας συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων. Ὁ αὐτός. Ἐτρέχετε καλῶς, τίς ὑμᾶς ἐνέκοψε τῇ ἀληθείᾳ μὴ πείθεσθαι; Ὁ Πέτρος. Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας. Ὁ Παῦλος. Ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν Λόγον τῆς ἀληθείας, τὸ Εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ. Ὁ αὐτός. Ὁ Θεὸς γὰρ, φησὶ, θέλει πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Εἵλετο γὰρ, φησὶν, ἡμᾶς ὁ Θεὸς ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ Πνεύματος, καὶ πίστει ἀληθείας. Ὁ αὐτός. Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκ ἔτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία. Ὁ Σωτήρ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς. Ὁμοίως. Κἀγὼ, φησὶ, παρακαλέσω τὸν Πατέρα, ἵνα μείνῃ μεθ' ὑμῶν τὸ Πνεῦμα τῆς ἀληθείας, ὃν ὁ κόσμος οὐ δύναται λαβεῖν. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ἐν τῇ ἀληθείᾳ πάσῃ. Καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ. Καὶ ἔλεγεν, φησὶν, ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, τοῖς Ἰουδαίοις δηλαδή· Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου 75.628 ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ. Ἔσδρας. Καὶ εἶπε, φησὶ, Ζοροβάβελ· Ἡ ἀλήθεια μεγάλη καὶ ἰσχυροτέρα παρὰ πάντα. Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ. Καὶ ὁ οὐρανὸς αὐτὴν καλεῖ, καὶ προσκυνεῖ, καὶ πάντα τὰ ἔργα αὐτὴν σείεται καὶ τρέμει. Ὁ αὐτός. Καὶ ἡ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καὶ οὐκ ἔστι παρ' αὐτῇ λαμβάνειν πρόσωπα. Ἐν Ψαλμοῖς. Ἀρχὴ τῶν λόγων σου ἀλήθεια. Ὁ γὰρ πρῶτος καὶ ἔμφυτος καὶ οὐσιώδης ἐν Θεῷ καὶ Πατρὶ Λόγος, ἡ ἀλήθειά ἐστιν, ὁ Υἱὸς δηλαδή. ∆υνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ τὰ ἑξῆς, ἕως τοῦ, Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. Περὶ τοῦ δικαίου λέγων· Καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι, ὅτι τὸ ἔλεός μου καὶ ἀλήθειά μου μετ' αὐτοῦ. Ὁδὸν ἀληθείας ᾑρετισάμην. Ἀγαπᾷ γὰρ σοφὸς ἐν Θεῷ τὴν εὐαγγελικὴν πολιτείαν, ὡς πολὺ τῆς νομικῆς βελτίονα. Ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα καὶ ὁ Λόγος σου, Κύριε, ἀλήθεια. Ὁ Σωτήρ. Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου. Ὁ Λόγος ὁ σὸς ἀλήθειά ἐστιν. Ἰωάννης ἐν Ἐπιστολῇ. Ὁ λέγων· Ἔγνωκα αυτὸν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστὶ, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν. Ὁμοίως. Οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ' ὅτι οἴδατε αὐτὴν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν. Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν, καὶ ἡ ἀλήθεια οὐκ