200
μηδεμιᾶς ἀποδείξεως τοῖς ἐγκλήμασιν ἐπενεχθείσης ταῖς τιμωρίαις ἐκδίδονται. Τινὲς δὲ οὔτε ἔγνωσαν κατηγόρους οὔτε εἶδον δικαστήρια οὔτε ἐσυκοφαν τήθησαν τὴν ἀρχήν, ἀλλ' ἀωρὶ τῶν νυκτῶν βιαίως ἀναρπασ θέντες εἰς τὴν ὑπερορίαν ἐφυγαδεύθησαν ταῖς ἐκ τῆς ἐρημίας κακοπαθίαις παραδοθέντες εἰς θάνατον. Τὰ δὲ τούτοις ἑπόμενα γνώριμα παντί, κἂν ἡμεῖς σιωπήσωμεν· φυγαὶ πρεσβυτέρων, φυγαὶ διακόνων, παντὸς τοῦ κλήρου λεηλασία. Ἀνάγκη γὰρ ἢ προσκυνῆσαι τῇ εἰκόνι ἢ τῇ πονηρᾷ φλογὶ τῶν μαστίγων παραδοθῆναι. Στεναγμὸς λαῶν, δάκρυον διηνεκὲς καὶ κατ' οἴκους καὶ δημοσίᾳ, πάντων πρὸς ἀλλήλους ὀδυρομένων ἃ πάσχουσιν. Οὐδεὶς γὰρ οὕτω λίθινος τὴν καρδίαν ὥστε πατρὸς στερηθεὶς πράως φέρειν τὴν ὀρ φανίαν. Ἦχος θρηνούντων ἐν πόλει, ἦχος ἐν ἀγροῖς, ἐν ὁδοῖς, ἐν ἐρημίαις. Μία φωνὴ ἐλεεινὴ πάντων τὰ σκυθρωπὰ φθεγγομένων. Ἐξῆρται χαρὰ καὶ εὐφροσύνη πνευματική. Εἰς πένθος ἐστράφησαν ἡμῶν αἱ ἑορταί, οἶκοι προσευχῶν ἀπεκλείσθησαν, ἀργὰ τὰ θυσιαστήρια τῆς πνευματικῆς λατρείας. Οὐκέτι σύλλογοι Χριστιανῶν, οὐκέτι διδασκάλων προεδρίαι, οὐ διδάγματα σωτήρια, οὐ πανηγύρεις, οὐχ ὑμνῳ δίαι νυκτεριναί, οὐ τὸ μακάριον ἐκεῖνο τῶν ψυχῶν ἀγαλ λίαμα ὃ ἐπὶ ταῖς συνάξεσι καὶ τῇ κοινωνίᾳ τῶν πνευματικῶν χαρισμάτων ταῖς ψυχαῖς ἐγγίνεται τῶν πιστευόντων εἰς Κύριον. Ἡμῖν πρέπει λέγειν ὅτι· «Οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων οὔτε προφήτης οὔτε ἡγούμενος οὔτε προσφορὰ οὔτε θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιον Κυρίου καὶ εὑρεῖν ἔλεος». 243.3 Ταῦτα εἰδόσιν ἐπιστέλλομεν, διότι οὐδὲν μέρος ἐστὶ τῆς οἰκουμένης ὃ τὰς ἡμετέρας λοιπὸν ἠγνόησε συμφοράς. Ὥστε οὐ διδασκαλίας ἕνεκεν τοὺς λόγους τούτους ἡμᾶς ποιεῖσθαι νομίζειν προσῆκεν οὐδὲ τοῦ ὑπομνῆσαι ὑμῶν τὴν ἐμμέλειαν. Οἴδαμεν γὰρ ὅτι οὐκ ἄν ποτε ἐπιλάθησθε ἡμῶν, οὐ μᾶλλόν γε ἢ ἡ μήτηρ τῶν ἐκγόνων τῆς κοιλίας αὐτῆς. Ἀλλ' ἐπειδὴ ὥσπερ οἱ ὀδύνῃ τινὶ κατεχόμενοι διὰ τῶν στεναγμῶν κουφίζειν πως τὰς ἀλγηδόνας πεφύκασι, τοῦτο καὶ ἡμεῖς ποιοῦμεν, οἷον ἀποσκευαζόμεθα τῆς λύπης τὸ βάρος, δι' ὧν πρὸς τὴν ὑμετέραν ἀγάπην τὰς πολυειδεῖς ἡμῶν συμφορὰς διαγγέλλομεν, εἴ πως ἂν σφοδρότερον εἰς τὰς ὑπὲρ ἡμῶν προσευχὰς κινηθέντες δυσωπήσητε τὸν Κύριον διαλλαγῆναι ἡμῖν. Εἰ μὲν οὖν αἱ θλίψεις ἦσαν μόναι αἱ καταπονοῦσαι ἡμᾶς, κἂν συνεβουλεύσαμεν ἑαυτοῖς τὴν ἡσυχίαν ἄγειν καὶ χαίρειν τοῖς ὑπὲρ Χριστοῦ παθήμασιν, ἐπειδὴ «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθήσεσθαι εἰς ἡμᾶς». Νῦν δὲ φοβούμεθα μή ποτε αὐξανόμενον τὸ κακόν, ὥσπερ τις φλὸξ διὰ τῆς καιομένης ὕλης βαδίζουσα, ἐπειδὰν κατανα λώσῃ τὰ πλησίον, ἅψηται καὶ τῶν πόρρω. Ἐπινέμεται γὰρ τὸ κακὸν τῆς αἱρέσεως, καὶ δέος ἐστὶ μὴ τὰς ἡμετέρας Ἐκκλησίας καταφαγοῦσα ἕρψῃ λοιπὸν καὶ ἐπὶ τὸ ὑγιαῖνον μέρος τῆς καθ' ὑμᾶς παροικίας. Τάχα μὲν οὖν διὰ τὸ παρ' ἡμῖν πλεονάσαι τὴν ἁμαρτίαν πρῶτοι παρεδόθημεν εἰς κατάβρωμα τοῖς ὠμοφάγοις ὀδοῦσι τῶν ἐχθρῶν τοῦ Χριστοῦ. Τάχα δέ, ὃ καὶ μᾶλλόν ἐστιν εἰκάσαι, ὅτι, ἐπειδὴ τὸ Εὐαγγέ λιον τῆς βασιλείας ἀπὸ τῶν ἡμετέρων τόπων ἀρξάμενον εἰς πᾶσαν ἐξῆλθε τὴν οἰκουμένην, διὰ τοῦτο ὁ κοινὸς τῶν ψυχῶν ἡμῶν ἐχθρὸς τὰ τῆς ἀποστασίας ῥήματα, ἀπὸ τῶν αὐτῶν τόπων τὴν ἀρχὴν λαβόντα, εἰς πᾶσαν τὴν οἰκουμένην διαδοθῆναι φιλονεικεῖ. Ἐφ' οὓς γὰρ ἔλαμψεν ὁ φωτισμὸς τῆς γνώσεως τοῦ Χριστοῦ, ἐπὶ τούτους ἐλθεῖν καὶ τὸ τῆς ἀσεβείας σκότος ἐπινοεῖ. 243.4 Ὑμέτερα οὖν λογίσασθε τὰ πάθη ἡμῶν ὡς γνήσιοι μαθηταὶ τοῦ Κυρίου. Οὐχ ὑπὲρ χρημάτων, οὐχ ὑπὲρ δόξης, οὐχ ὑπὲρ ἄλλου τινὸς τῶν προσκαίρων πολεμούμεθα, ἀλλ' ὑπὲρ τοῦ κοινοῦ κτήματος, τοῦ πατρικοῦ θησαυροῦ τῆς ὑγιαι νούσης πίστεως ἑστήκαμεν ἀγωνιζόμενοι. Συναλγήσατε ἡμῖν, ὦ φιλάδελφοι, ὅτι ἀποκέκλεισται μὲν παρ' ἡμῖν τῶν εὐσεβούντων τὰ στόματα, ἠνοίγη δὲ πᾶσα θρασεῖα καὶ βλάσφημος γλῶσσα τῶν λαλούντων κατὰ τοῦ Θεοῦ ἀδικίαν. Οἱ στῦλοι καὶ τὸ ἑδραίωμα τῆς ἀληθείας ἐν διασπορᾷ· ἡμεῖς, οἱ διὰ σμικρότητα