1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

201

παροφθέντες, ἀπαρρησίαστοι. Ἀγωνιά σατε ὑπὲρ τῶν λαῶν, καὶ μὴ τὸ καθ' ἑαυτοὺς σκοπεῖτε μόνον ὅτι ἐν λιμέσιν εὐδίοις ὁρμίζεσθε, τῆς τοῦ Θεοῦ χάριτος πᾶσαν ὑμῖν σκέπην χαριζομένης ἀπὸ τῆς ζάλης τῶν πνευμάτων τῆς πονηρίας. Ἀλλὰ καὶ ταῖς χειμαζομέναις τῶν Ἐκκλησιῶν χεῖρα ὀρέξατε, μήποτε ἐγκαταλειφθεῖσαι παντελὲς ὑπομείνωσι τῆς πίστεως τὸ ναυάγιον. Στενάξατε ἐφ' ἡμῖν ὅτι ὁ Μονογενὴς βλασφημεῖται καὶ ὁ ἀντιλέγων οὐκ ἔστι. Τὸ Πνεῦμα τὸ Ἅγιον ἀθετεῖται, καὶ ὁ δυνάμενος ἐλέγχειν ἀποδιώκεται. Πολυθεΐα κεκράτηκε. Μέγας Θεὸς παρ' αὐτοῖς καὶ μικρός. Ὁ Υἱὸς οὐχὶ φύσεως ὄνομα, ἀλλὰ τιμῆς τινος εἶναι προσηγορία νενόμισται· τὸ Πνεῦμα τὸ Ἅγιον οὐ συμπληρωτικὸν εἶναι τῆς Ἁγίας Τριάδος οὐδὲ κοινωνὸν τῆς θείας καὶ μακαρίας φύσεως, ἀλλ' ἕν τι τῶν ἐκ τῆς κτίσεως, εἰκῆ καὶ ὡς ἔτυχε, Πατρὶ καὶ Υἱῷ προσερ ρῖφθαι. Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς βλεφάροις μου πηγὴν δακρύων; Καὶ κλαύσομαι τὸν λαὸν ἡμέρας πολλάς, τὸν ταῖς πονηραῖς ταύταις διδασκαλίαις πρὸς τὴν ἀπώλειαν συνωθούμενον. Παρασύρονται τῶν ἀκεραιοτέρων αἱ ἀκοαί· εἰς συνήθειαν λοιπὸν ἦλθον τῆς αἱρετικῆς δυσσεβείας. Συνεκτρέφεται τὰ νήπια τῆς Ἐκκλησίας τοῖς λόγοις τῆς ἀσεβείας. Τί γὰρ καὶ ποιήσωσι; Βαπτίσματα παρ' ἐκείνων, προπομπαὶ τῶν ἐξοδευόντων, ἐπισκέψεις τῶν ἀσθενούντων, παράκλησις τῶν λυπουμένων, βοήθεια τῶν καταπονουμένων, ἀντιλήψεις παντοδαπαί, μυστηρίων κοινωνίαι· ἃ πάντα δι' ἐκείνων ἐπιτελούμενα σύνδεσμος γίνεται τοῖς λαοῖς τῆς πρὸς αὐτοὺς ὁμονοίας· ὥστε μικροῦ χρόνου προελθόντος, μηδ' εἰ γένοιτό τις ἄδεια, ἐλπίδα λοιπὸν εἶναι τοὺς ὑπὸ τῆς χρονίας ἀπάτης κατασχεθέντας πάλιν πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας ἀνακληθῆναι. 243.5 Τούτων ἕνεκεν πολλοὺς ἡμᾶς ἐχρῆν συνδραμεῖν πρὸς τὴν ὑμετέραν σεμνότητα καὶ ἕκαστον τῶν ἑαυτοῦ πραγμάτων ἐξηγητὴν γενέσθαι. Νῦν δὲ καὶ αὐτὸ τοῦτο δεῖγμα γενέσθω ὑμῖν τῆς κακοπαθίας ἐν ᾗ διάγομεν, ὅτι οὐδ' ἀποδημίας ἐσμὲν κύριοι. Εἰ γάρ τις καὶ πρὸς τὸ βραχύτατον τῆς Ἐκ κλησίας ἑαυτοῦ ἀποσταίη, ἐκδότους ἀφήσει τοὺς λαοὺς τοῖς ἐφεδρεύουσιν. Ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι ἕνα ἀπεστείλαμεν ἀντὶ πολλῶν, τὸν εὐλαβέστατον καὶ ἀγαπητὸν ἡμῶν ἀδελφὸν ∆ωρόθεον τὸν συμπρεσβύτερον· ὃς καὶ ὅσα διαπέφευγεν ἡμῶν τὰ γράμματα τῇ παρ' ἑαυτοῦ διηγήσει δυνατός ἐστιν ἀναπληρῶσαι, παρηκολουθηκὼς πᾶσι μετὰ ἀκριβείας καὶ ζη λωτὴς ὑπάρχων τῆς ὀρθῆς πίστεως. Ὃν προσδεξάμενοι ἐν εἰρήνῃ διὰ ταχέων ἀποπέμψασθε ἀγαθὰ ἡμῖν εὐαγγέλια φέ ροντα τῆς σπουδῆς ὑμῶν ἣν ἔχετε πρὸς τὸ ἀντιλαμβάνεσθαι τῆς ἀδελφότητος.

244.τ ΠΑΤΡΟΦΙΛΩ ΕΠΙΣΚΟΠΩ ΤΗΣ ΕΝ ΑΙΓΕΑΙΣ ΕΚΚΛΗΣΙΑΣ

244.1 Ἐνέτυχόν σου τοῖς γράμμασιν ἃ διὰ τοῦ ἀδελφοῦ ἡμῶν Στρατηγίου τοῦ

συμπρεσβυτέρου ἀπέστειλας καὶ ἐνέτυχον ἡδέως. Πῶς γὰρ οὐκ ἔμελλον καὶ παρὰ ἀνδρὸς συνετοῦ γε γραμμένοις καὶ παρὰ καρδίας τὴν πρὸς πάντας ἀγάπην ἐκ τῆς ἐντολῆς τοῦ Κυρίου κατορθοῦν δεδιδαγμένης; Καὶ σχεδὸν ἐγνώρισα τῆς ἐν τῷ παρελθόντι χρόνῳ σιωπῆς τὴν αἰτίαν. Ἀποροῦντι γὰρ ἐῴκεις καὶ ἐκθαμβουμένῳ· εἰ Βασίλειος ἐκεῖνος, ὁ τοιῶσδε δουλεύσας ἐκ παιδὸς τῷ δεῖνι, ὁ τάδε ποιήσας ἐπὶ τῶν καιρῶν τῶνδε καὶ τάδε, ὁ τὸν πρὸς μυρίους πόλεμον τῆς πρὸς τὸν ἕνα θεραπείας ἕνεκεν καταδεξάμενος, οὗτος νῦν ἕτερος γέγονεν ἐξ ἑτέρου καὶ πόλεμον ἀντὶ τῆς ἀγάπης ἀνῄρηται, καὶ ὅσα ἄλλα ἐπέστειλας ἱκανῶς τῆς ψυχῆς τὴν ἔκπληξιν ἐν τῇ παραλόγῳ τῶν πραγμάτων μετα βολῇ ἐνδεικνύμενος. Καὶ εἴ τι ἡμῶν καὶ καθήψω, οὐκ ἐδε ξάμην τοῦτο δυσκόλως. Οὐ γὰρ οὕτως εἰμὶ ἀνουθέτητος ὡς πρὸς τὰς ἀγαπητικὰς ἐπιπλήξεις τῶν ἀδελφῶν δυσχεραί νειν. Τοσοῦτον γὰρ ἀπέχω τοῖς ἐπεσταλμένοις ἄχθεσθαι ὥστε μικροῦ καὶ ἐγέλασα ἐπ' αὐτοῖς· εἰ τοσούτων ὄντων καὶ