1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

202

τηλικούτων ἃ ἡμῖν ἐδόκει τὴν πρὸς ἀλλήλους φιλίαν πρότε ρον βεβαιοῦν, αὐτὸς ἐπὶ μικροῖς τοῖς μέχρι σοῦ φθάσασι τηλικαύτην ἔγραφες τὴν ἔκπληξιν πεπονθέναι. Ἄρ' οὖν καὶ σὺ τὸ τῶν πολλῶν πέπονθας, οἳ καταλιπόντες τῶν πραγ μάτων τὴν φύσιν ἐξετάζειν τοῖς ἀνθρώποις προσέχουσι περὶ ὧν οἱ λόγοι καὶ γίνονται οὐ τῆς ἀληθείας ἐξετασταί, ἀλλὰ τῆς διαφορᾶς τῶν προσώπων δοκιμασταί, ἐπιλαθόμε νοι τῆς παραινέσεως ὅτι «Ἐπιγινώσκειν πρόσωπον ἐν κρί σει οὐ καλόν». 244.2 Πλὴν ἀλλ' ἐπειδὴ Θεὸς πρόσωπον ἀνθρώπου οὐ λαμ βάνει, ἣν πρὸς τὸ μέγα δικαστήριον ἀπολογίαν παρεσκεύασα, ταύτην καὶ σοὶ γνωρίσαι οὐ παραιτήσομαι. Ὅτι οὐδὲν παρ' ἡμῶν τὸ ἐξ ἀρχῆς οὔτε μικρὸν οὔτε μεῖζον γέγονε τῆς δια στάσεως αἴτιον· ἀλλ' ἄνθρωποι μισοῦντες ἡμᾶς, δι' ἃς ἴσασιν προφάσεις αὐτοὶ (οὐ γὰρ ἐμὲ χρὴ λέγειν περὶ αὐτῶν οὐδέν), συνεχεῖς ἐποιοῦντο τὰς διαβολάς. Καὶ ἅπαξ μὲν ταύτας καὶ δὶς ἀπεδυσάμεθα· ὡς δὲ ἀπέραντον ἦν τὸ πρᾶγμα καὶ οὐδὲν ὄφελος τῆς συνεχοῦς ἀπολογίας, ἡμῶν μὲν μακρὰν ἀπῳκισμένων, τῶν δὲ ψευδολόγων ἐγγύθεν ἐχόντων ταῖς καθ' ἡμῶν τιτρώσκειν διαβολαῖς καρδίαν εὐκαταγώνιστον καὶ οὐ δεδιδαγμένην τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν φυλάτ τειν τῷ μὴ παρόντι, τῶν Νικοπολιτῶν ἀπαιτούντων τινὰ πληροφορίαν πίστεως, ὃ πάντως οὐδὲ ὑμεῖς ἠγνοήσατε, ἔδοξεν ἡμῖν τὴν διακονίαν τοῦ γράμματος ὑποδέξασθαι. Ἐλογισάμεθα γὰρ δύο κατορθώσειν ἐν ταὐτῷ· τούς τε Νικο πολίτας πείσειν μὴ κακῶς φρονεῖν περὶ τοῦ ἀνδρὸς καὶ τῶν διαβαλλόντων ἡμᾶς ἐμφράξειν τὰ στόματα, τῆς κατὰ τὴν πίστιν συμφωνίας τὰς ἑκατέρωθεν συκοφαντίας ἀποκλειού σης. Καὶ δὴ καὶ συγγέγραπτο μὲν ἡ πίστις, προσηνέχθη δὲ παρ' ἡμῶν, ὑπεγράφη δέ. Ὡς ὑπεγράφη, καὶ χωρίον ἀπε δείχθη συνόδου δευτέρας καὶ καιρὸς ἕτερος, ὥστε καὶ τοὺς κατὰ τὴν παροικίαν ἀδελφοὺς ἡμῶν συνελθόντας ἑνωθῆναι ἀλλήλοις καὶ γνησίαν καὶ ἄδολον τοῦ λοιποῦ εἶναι τὴν κοι νωνίαν. Ἡμεῖς μὲν οὖν ἀπηντήσαμεν κατὰ τὴν προθεσμίαν καὶ οἱ σὺν ἡμῖν ἀδελφοί, οἱ μὲν παρῆσαν, οἱ δὲ ἐπέρρεον, φαιδροὶ πάντες καὶ πρόθυμοι ὡς ἐπὶ εἰρήνην τρέχοντες· καὶ γράμματα παρ' ἡμῶν καὶ ἡμεροδρόμοι σημαίνοντες ὅτι πάρεσμεν· καὶ γὰρ ἡμέτερον ἦν τὸ χωρίον τὸ ἀποδεδειγ μένον εἰς ὑποδοχὴν τῶν συντρεχόντων. Ὡς δὲ ἐκ τοῦ ἑτέρου μέρους οὐδείς, οὔτε προτρέχων οὔτε εὐαγγελιζόμενος τὴν παρουσίαν τῶν προσδοκωμένων, οἱ δὲ παρ' ἡμῶν ἀποστα λέντες ἐπανῆλθον κατήφειαν πολλὴν καὶ γογγυσμὸν τῶν ἐκεῖ διηγούμενοι, ὡς καινῆς πίστεως παρ' ἡμῶν καταγγελθείσης· καὶ ἐλέγοντο διορίζεσθαι ἦ μὴν μὴ ἐπιτρέψειν τῷ ἐπισκό πῳ αὐτῶν πρὸς ἡμᾶς διαβῆναι· ἦλθε δέ τις καὶ γράμμα φέρων ἡμῖν ἀφωσιωμένον καὶ οὐδεμίαν ἔχον μνήμην τῶν ἐξ ἀρχῆς συγκειμένων· καὶ ὁ πάσης δέ μοι αἰδοῦς καὶ τιμῆς ἄξιος ἀδελφὸς Θεόφιλος, ἕνα τῶν ἑαυτῷ συνόντων ἀπο στείλας, ἐδήλωσέ τινα ἃ ἐνόμισε καὶ αὐτῷ ἐπιβάλλοντα εἶναι εἰπεῖν καὶ ἡμῖν ἀκοῦσαι πρέποντα. Ἐπιστεῖλαι γὰρ οὐκ ἠξίωσεν οὐ τὸν ἐκ τῶν γραμμάτων ἔλεγχον ὑφορώμενος το σοῦτον ὅσον φροντίζων τοῦ μὴ εἰς ἀνάγκην ἐλθεῖν προσει πεῖν ἡμᾶς ὡς ἐπισκόπους, πλήν γε δὴ ὅτι σφοδρὰ ἦν τὰ ῥήματα καὶ ἀπὸ καρδίας ἐκθερμανθείσης ἐξενεχθέντα. Ἐπὶ τούτοις διελύθημεν κατῃσχυμμένοι καὶ συμπεπτωκότες τῇ γνώμῃ, οὐκ ἔχοντες ὅ τι τοῖς ἐρωτῶσιν ἀποκρινώμεθα. Χρόνος δὲ οὐ πολὺς ἐν τῷ μέσῳ καὶ ἀποδημία μέχρι Κιλί κων, κἀκεῖθεν ἐπάνοδος καὶ γράμματα εὐθὺς ἀπαγόρευσιν ἔχοντα τῆς πρὸς ἡμᾶς κοινωνίας. 244.3 Ἡ δὲ αἰτία τῆς ἀπορρήξεως ὅτι Ἀπολιναρίῳ, φησίν, ἐπεστείλαμεν καὶ τὸν συμπρεσβύτερον ἡμῶν ∆ιόδωρον ἔχο μεν κοινωνικόν. Ἐγὼ δὲ Ἀπολινάριον μὲν ἐχθρὸν οὐδέποτε ἡγησάμην, ἀλλ' ἔστιν ἐφ' οἷς καὶ αἰδοῦμαι τὸν ἄνδρα· οὐ μὴν οὕτως ἐμαυτὸν τῷ ἀνθρώπῳ συνῆψα ὡς τὰ ἐκείνου ἐγκλή ματα αὐτὸς ὑποδέχεσθαι, ὅπου γε ἔχω τινὰ καὶ αὐτὸς ἐγκαλεῖν αὐτῷ ἐντυχών τισι τῶν συνταγμάτων αὐτοῦ. Οὐ μὴν περὶ τοῦ Πνεύματος τοῦ Ἁγίου ἢ αἰτήσας αὐτὸν οἶδα βιβλίον ἢ ἀποσταλὲν ὑποδεξάμενος.