1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

203

Ἀλλὰ πολυφωνότατον μὲν αὐτὸν ἀκούω πάντων συγγραφέων γεγενῆσθαι, ὀλίγοις δὲ ἐντετυχηκέναι τῶν συνταγμάτων αὐτοῦ· οὐδὲ γὰρ σχολή μοί ἐστι τὰ τοιαῦτα διερευνᾶσθαι, καὶ ἅμα δυσχερής τίς εἰμι πρὸς τὴν τῶν νεωτέρων παραδοχήν, ᾧ γε τὸ σῶμα οὐδὲ τῇ ἀναγνώσει τῶν θεοπνεύστων Γραφῶν φιλοπόνως καὶ καθ' ὃν ἔδει τρόπον συγχωρεῖ παραμένειν. Τί οὖν πρὸς ἐμὲ τοῦτο, εἴ τις συνέγραψέ τι μὴ ἀρέσκον τῷ δεῖνι; Καίτοι εἰ δεῖ ἄλλον τὰς ὑπὲρ ἄλλου εὐθύνας ὑπέχειν, ὁ ἐμοὶ ἐγκαλῶν ὑπὲρ Ἀπολιναρίου ἀπολογείσθω ἡμῖν ὑπὲρ Ἀρείου τοῦ ἰδίου διδασκάλου καὶ ὑπὲρ Ἀετίου τοῦ ἰδίου ἑαυτοῦ μαθητοῦ. Ἡμεῖς δὲ οὐδὲ ἐδιδάχθημέν τι οὐδὲ ἐμαθητεύθημεν τῷ ἀνδρὶ οὗ τὰ ἐγκλήματα ἡμῖν περιτρέπουσι. ∆ιόδωρον δὲ ὡς θρέμμα τοῦ μακαρίου Σιλουανοῦ τὸ ἐξ ἀρχῆς ὑπεδεξάμεθα, νῦν δὲ καὶ ἀγαπῶμεν καὶ περιέπομεν διὰ τὴν προσοῦσαν αὐτῷ τοῦ λόγου χάριν δι' ἧς πολλοὶ τῶν ἐντυγχανόντων βελτίους γίνονται. 244.4 Ἐπὶ τούτοις τοῖς γράμμασι διατεθείς, ὡς εἰκὸς ἦν, καὶ ἐκπλαγεὶς πρὸς τὴν οὕτω παράλογον καὶ ἀθρόαν μετα βολὴν οὐδὲ ἀντιφθέγξασθαι ἠδυνήθην. Συνδέδετο μὲν γάρ μοι ἡ καρδία, παρεῖτο δὲ ἡ γλῶσσα, νεναρκήκει δὲ ἡ χείρ, καὶ ἔπαθον πάθος ψυχῆς ἀγεννοῦς (εἰρήσεται γὰρ τἀληθές, πλὴν ἀλλὰ συγγνώμης ἄξιον)· μικροῦ καὶ εἰς μισανθρωπίαν ἐξέπεσον καὶ πᾶν μοι ἦθος ὕποπτον ἐνομίσθη καὶ μὴ εἶναι ἐν ἀνθρώπου φύσει τὸ τῆς ἀγάπης καλόν, ἀλλὰ ῥῆμα εἶναι εὐπρόσωπον καλλωπισμόν τινα παρέχον τοῖς κεχρημένοις, οὐ μὴν ἐνυπάρχειν κατ' ἀλήθειαν καρδίᾳ ἀνθρώπου τὴν διά θεσιν ταύτην. Εἰ γὰρ ὁ δοκῶν ἐκ παιδὸς εἰς γῆρας βαθὺ ἐπιμέλειαν ἑαυτοῦ πεποιῆσθαι ἐκ τοιούτων προφάσεων οὕτω ῥᾳδίως ἐξηγριώθη, μηδὲν τῶν ἡμετέρων ὑπολογισάμενος μηδὲ τὴν ἐν τῷ παρελθόντι πεῖραν τῆς οὕτως εὐτελοῦς δια βολῆς κυριωτέραν θέμενος, ἀλλ', οἷόν τις πῶλος ἀδάμαστος οὔπω φέρειν καλῶς τὸν ἀναβάτην δεδιδαγμένος, ἐκ μικρᾶς ὑποψίας ἀνεχαίτισε καὶ ἀπεσείσατο καὶ χαμαὶ ἔρριψεν οἷς πρότερον ἐπηγάλλετο, τί χρὴ περὶ τῶν ἄλλων ὑπονοεῖν, πρὸς οὓς οὔτε ἡμῖν τοσαῦτα τῆς φιλίας ἐστὶν ἐνέχυρα οὔτε παρ' αὐτῶν τοιαύτη τῆς τῶν τρόπων ἐπιμελείας ἐπίδειξις; Ταῦτα κατ' ἐμαυτὸν ἀνελίσσων ἐν τῇ ψυχῇ καὶ συνεχῶς στρέφων ἐν τῇ καρδίᾳ, μᾶλλον δὲ ἀναστρεφόμενος ὑπ' αὐτῶν τὴν καρδίαν, οὕτω δακνόντων με καὶ ἀμυσσόντων διὰ τῆς μνήμης, οὐδὲν ἐκείνοις ἀπεκρινάμην τοῖς γράμμασιν, οὐχ ὑπεροψίᾳ σιωπή σας (μὴ τοῦτο οἰηθῇς, ἀδελφέ· οὐ γὰρ ἀνθρώποις ἀπολο γούμεθα, ἀλλὰ κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν), ἀπορίᾳ δὲ καὶ ἀμηχανίᾳ καὶ τῷ μὴ ἔχειν εἰπεῖν τι τῆς λύπης ἄξιον. 244.5 Ἕως ἐν τούτοις ἦμεν, ἐπικατέλαβεν ἡμᾶς ἕτερα γράμ ματα πρὸς ∆αζίζαν τινὰ γεγραμμένα δῆθεν, τῇ δὲ ἀληθείᾳ πᾶσιν ἀνθρώποις ἐπεσταλμένα, ὡς δηλοῖ αὐτῶν ἡ οὕτως ὀξεῖα διάδοσις ὡς ἐν ὀλίγαις ἡμέραις ἐν παντὶ μὲν τῷ Πόντῳ κατασπαρῆναι καὶ τὴν Γαλατίαν ἐπιδραμεῖν. Φασὶ δέ τινες ὅτι καὶ Βιθυνοὺς διεξελθόντες οἱ τῶν ἀγαθῶν τούτων ἄγγελοι μέχρις αὐτοῦ ἔφθασαν Ἑλλησπόντου. Τίνα δὲ ἦν τὰ καθ' ἡμῶν πρὸς ∆αζίζαν ἐπεσταλμένα πάντως μὲν οἶδας. Οὐ γὰρ οὕτω σε μακρὰν τῆς ἑαυτῶν φιλίας τί θενται ὥστε σε μόνον ἀγέραστον τῆς τιμῆς ἐκείνης καταλι πεῖν. Εἰ δὲ οὐκ ἦλθεν εἰς σὲ τὰ γράμματα, ἀλλ' ἐγώ σοι ἀποστέλλω. Ἐν οἷς εὑρήσεις ἡμᾶς κατηγορουμένους δόλον καὶ ῥᾳδιουργίαν, φθορὰν Ἐκκλησιῶν καὶ ψυχῶν ἀπώλειαν, καὶ τὸ πάντων, ὡς αὐτοὶ νομίζουσιν, ἀληθέστατον, ὅτι ἐγκάθετον ἐκείνην τὴν προβολὴν τῆς πίστεως ἐποιησάμεθα οὐ Νικοπολίταις διακονούμενοι, ἀλλ' αὐτοὶ λαβεῖν δολερῶς ὁμολογίαν ἐπινοήσαντες. Τούτων μὲν οὖν κριτὴς Κύριος. Καὶ γὰρ τίς ἂν γένοιτο τῶν ἐν καρδίᾳ λογισμῶν ἐναργὴς ἀπόδειξις; Ἐκεῖνο δὲ αὐτῶν ἐθαύμασα, εἰ ὅτι μὲν τῷ παρ' ἡμῶν ἐπιδοθέντι βιβλίῳ ὑπέγραψαν, τοσαύτῃ κέχρηνται διαστάσει ὥστε καὶ ὄντα καὶ μὴ ὄντα εἰς τὴν τῶν ἐγκαλούν των αὐτοῖς πληροφορίαν συμφύρειν· ὅτι δὲ ἐν τῇ Ῥώμῃ ἔγγραφος αὐτῶν ὁμολογία τῆς ἐν Νικαίᾳ πίστεως ἀπόκειται, τοῦτο οὐκ ἐννοοῦσιν, οὐδὲ ὅτι διὰ τῆς ἑαυτῶν χειρὸς