204
ἐπέδω καν τῇ ἐν Τυάνοις συνόδῳ τὸ ἀπὸ τῆς Ῥώμης βιβλίον, ὃ παρ' ἡμῖν κατάκειται, τὴν αὐτὴν ταύτην πίστιν ἔχον. Καὶ τῆς ἰδίας ἑαυτῶν δημηγορίας ἐπελάθοντο, ἥν, εἰς τὸ μέσον καταστάντες τότε, ὠδύροντο μὲν τὴν ἀπάτην δι' ἧς ὑπήχθη σαν συνθέσθαι τῷ τόμῳ τῷ παρὰ τοῦ συστήματος Εὐδοξίου συντεταγμένῳ· διότι ταύτην ἐπενόησαν τοῦ σφάλματος ἐκεί νου ἀπολογίαν, τό, ἀπελθόντας εἰς Ῥώμην, ἐκεῖθεν λαβεῖν τὴν τῶν Πατέρων πίστιν, ἵνα ἣν ἐποίησαν βλάβην ταῖς Ἐκκλησίαις τῇ πρὸς τὸ κακὸν συνθήκῃ, ταύτην ἐπανορθώ σωνται τῇ ἐπεισαγωγῇ τοῦ βελτίονος. Ἀλλ' οἱ τὰς μακροτά τας ἀποδημίας ὑπὲρ τῆς πίστεως ὑποστάντες καὶ τὰ σοφὰ ταῦτα δημηγορήσαντες νῦν λοιδοροῦνται ἡμᾶς ὡς δολίως πορευομένους καὶ ἐν σχήματι ἀγάπης τὰ τῶν ἐπιβου λευόντων ποιοῦντας. ∆ηλοῖ δὲ καὶ τὰ νῦν περιφερόμενα κατεγνωκέναι αὐτοὺς τῆς ἐν Νικαίᾳ πίστεως. Εἶδον γὰρ Κύζικον καὶ μετ' ἄλλης πίστεως ἐπανῆλθον. 244.6 Καὶ τί τὸ ἐν τοῖς ῥήμασιν εὐμετάθετον λέγω, πολλῷ μείζονας ἐξ αὐτῶν τῶν πραγμάτων τῆς ἐπὶ τἀναντία περιτροπῆς ἔχων τὰς ἀποδείξεις; Οἱ γὰρ πεντακοσίων ἐπισκόπων δόγματι κατ' αὐτῶν ἐξενεχθέντι μὴ εἴξαντες μηδὲ καταδεξάμενοι τῆς οἰκονομίας τῶν Ἐκκλησιῶν ἀπο στῆναι, τοσούτων εἰς τὴν τῆς καθαιρέσεως αὐτῶν γνώμην συμφωνησάντων, διότι, φησίν, οὐκ ἦσαν Πνεύματος Ἁγίου μέτοχοι οὐδὲ Θεοῦ χάριτι τὰς Ἐκκλησίας οἰκονομοῦντες, ἀλλ' ἀνθρωπίνῃ δυναστείᾳ κατ' ἐπιθυμίαν δόξης κενῆς τὰς προστασίας ἁρπάσαντες· οὗτοι νῦν τοὺς παρ' ἐκείνων χειρο τονηθέντας ὡς ἐπισκόπους δέχονται. Οὓς ἐρώτησον ἀντ' ἐμοῦ, εἰ καὶ τῶν ἀνθρώπων πάντων καταφρονοῦσιν ὡς οὔτ' ὀφθαλμοὺς ἐχόντων οὔτ' ὦτα οὔτε καρδίαν αἰσθητικήν, ὅσον γοῦν δύνασθαι συνιδεῖν τῶν γινομένων τὸ ἀνακόλουθον, ἐν τῇ ἑαυτῶν καρδίᾳ τίνα διάνοιαν ἔχουσι; Πῶς δύνανται δύο εἶναι ἐπίσκοποι, ὅ τε καθῃρημένος παρὰ Εὐιππίου καὶ ὁ παρὰ τοῦ αὐτοῦ κεχειροτονημένος; Τῆς γὰρ αὐτῆς χειρὸς ἔργον ἀμφότερα. Ὃς εἰ μὴ εἶχε τὴν δεδομένην τῷ Ἱερεμίᾳ χάριν, κατασκάπτειν καὶ ἀνοικοδομεῖν, ἐκριζοῦν καὶ κατα φυτεύειν, οὔτ' ἂν ἐξερρίζωσε τοῦτον οὔτ' ἂν ἐκεῖνον ἐφύτευσεν. Εἰ δὲ τὸ ἕτερον αὐτῷ δίδως, συγχωρήσεις αὐτῷ καὶ τὸ ἕτερον. Ἀλλ' εἷς ὁ σκοπός, ὡς ἔοικε, τὸ ἑαυτῶν ζητεῖν πανταχοῦ, καὶ φίλον μὲν ἡγεῖσθαι τὸν ταῖς ἐπιθυ μίαις αὐτῶν συνεργοῦντα, πολέμιον δὲ κρίνειν καὶ μηδεμιᾶς κατ' αὐτοῦ διαβολῆς φείδεσθαι τὸν ταῖς ἐπιθυμίαις αὐτῶν ἀνθιστάμενον. 244.7 Οἷαι γὰρ αὐτῶν καὶ αἱ νῦν κατὰ τῆς Ἐκκλησίας οἰκονομίαι; Φρικταὶ μὲν διὰ τὴν τῶν ποιούντων εὐκολίαν, ἐλεειναὶ δὲ διὰ τὴν τῶν πασχόντων ἀναισθησίαν. Εὐιππίου τέκνα καὶ Εὐιππίου ἔκγονα, διὰ πρεσβείας ἀξιοπίστου ἐκ τῆς ὑπερορίας μετακληθέντες εἰς τὴν Σεβάστειαν, ἐπι στεύθησαν τὸν λαόν. Παρέλαβον τὸ θυσιαστήριον, ζύμη ἐγένοντο τῆς ἐκεῖ Ἐκκλησίας. Παρ' ὧν ἡμεῖς μὲν ὡς ὁμο ουσιασταὶ διωκόμεθα· Εὐστάθιος δέ, ὁ βαστάσας ἐν τῷ χάρτῃ ἀπὸ Ῥώμης μέχρι Τυάνων τὸ ὁμοούσιον, οὗτος νῦν αὐτοῖς ἀνακέκραται, εἰ καὶ ὅτι παραδεχθῆναι εἰς τὴν πολυπόθητον αὐτῶν κοινωνίαν οὐκ ἠδυνήθη, ἢ φοβηθέντων τὸ πλῆθος τῶν κατ' αὐτοῦ συμφωνησάντων, ἢ αἰδεσθέντων τὸ ἀξιόπιστον. Τίνες γὰρ ἦσαν οἱ συνειλεγμένοι καὶ πῶς μὲν χειροτονηθεὶς ἕκαστος, ἀπὸ ποίου δὲ τοῦ ἐξ ἀρχῆς βίου ἐπὶ ταύτην παρελθὼν τὴν δυναστείαν νῦν, ἐγὼ μὲν μή ποτε οὕτω σχολάσαιμι ὥστε τὰ ἐκείνων ἐκδιηγεῖσθαι. Ἔμαθον γὰρ προσεύχεσθαι «Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων». Αὐτὸς δὲ ἐρευνήσας μαθήσῃ· κἄν σε διαφύγῃ, τὸν Κριτὴν πάντως οὐ λήσεται. 244.8 Ὃ μέντοι πέπονθα πάθος οὐ παραιτήσομαι καὶ πρὸς τὴν σὴν ἐξειπεῖν ἀγάπην, ὅτι πέρυσιν ἀσθενήσας πυρετῷ βαρυτάτῳ καὶ ἐγγίσας σχεδὸν μέχρις αὐτῶν τῶν πυλῶν τοῦ θανάτου, εἶτα ὑπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀνακληθείς, δυσχερῶς εἶχον πρὸς τὴν ἐπάνοδον λογιζόμενος εἰς οἷα ἔρχομαι πάλιν κακά· καὶ κατ' ἐμαυτὸν ἐσκόπουν τί ποτε ἄρα ἐστὶ τὸ ἐν τῷ βάθει τῆς σοφίας ἀποκείμενον τοῦ