Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ἐναντίον αὐτοῦ. Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει. Ἐν τῷ αὐτῷ. Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ὑψώσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει, αὐτὸς ἤξει καὶ σώσει ἡμᾶς. Καὶ ἐροῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἐφ' ᾧ ἠλπίζομεν, καὶ ἠγαλλιώμεθα ἐπὶ τῷ σωτηρίῳ ἡμῶν, ὅτι ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο. Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται Υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Βούτυρον καὶ μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὸν ἐκλέξεται τὸ ἀγαθὸν, διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ. Ἐν τῷ Ψαλτηρίῳ. Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο· ὑψώθητι, ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδωσιν τοῖς ὑπερηφάνοις. Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν. Πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν· ὀφθήσεται ὁ Θεὸς τῶν Θεῶν ἐν Σιών. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου. Ἄλλο. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐν τῇ Γενέσει. Ἐπηρώτησε δὲ αὐτὸν Ἰακὼβ καὶεἶπεν· Ἀνάγγειλόν μοι τὸ ὅνομά σου. Καὶ εἶπεν· Ἵνα τί ἐρωτᾷς τὸ ὄνομά μου, καὶ αὐτό ἐστι θαυμαστόν; Εὐλόγησε δὲ αὐτὸν ἐκεῖ, καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦτό που ἐκείνου Εἶδος Θεοῦ· εἶδον γὰρ Θεοῦ πρόσωπον καὶ ἐσώθη μου ἡ ψυχή. Ἀνέτειλεν δὲ ὁ ἥλιος ἡνίκα παρῆλθεν τὸ εἶδος τοῦ Θεοῦ. Ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον. 75.644 Ὅτι Κύριός ἐστιν ὁ τοῦ Θεοῦ Υἱός. Ἐν τῷ Μαλαχίᾳ. ∆ιότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐγὼ ποιῶ, λέγει Κύριος παντοκράτωρ. Ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην πρινὴ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην. Ἐν τῷ Ζαχαρίᾳ. Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέστειλέ με πρὸς σέ. Σοφωνίας. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐρεῖ Κύριος πρὸς τὴν Ἱερουσαλήμ· Θάρσει, Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου, Κύριος ὁ Θεός σου ἐν σοὶ δυνατὸς σῶσαί σε. Ἐπάξει ἐπὶ σὲ εὐφροσύνην, καὶ καινιεῖ σε τῇ ἀγαπήσει αὐτοῦ. Ἐν τῷ Μιχαίᾳ. Ἀκούσατε λόγον, καὶ προσχέτω ἡ γῆ, καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται Κύριος ὁ Θεὸς ἐν ὑμῖν εἰς μαρτύριον. Κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. ∆ιότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ ἐπιβήσεται ἐπὶ τὸ ὕψος τῆς γῆς. Ἐν τῷ Ἡσαΐᾳ. Ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας,καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα. Ἐγὼ Κύριος κατὰ καιρὸν συνάξω αὐτούς. Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίῳ δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν. Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ὅτι ἰδοὺ σκότος καλύψει τὴν γῆν, καὶ γνόφος ἐπὶ ἔθνη. Ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς πεδία. Καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησεν. Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται, καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ